Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Οὐκ ἀκριβῶς ᾔδει οὐδὲ ἠπίστατο, ἔφη, οὐδὲν τῶν ἐκεῖ, ἀλλ’ ἐνεδοίαζε καὶ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν δὴ ἐπεπώκει, τὰ μὴ ὄντα ἀγαθὰ ἐνόμιζεν ἀγαθὰ εἶναι καὶ τὰ μὴ ὄντα κακὰ κακά.
διὸ καὶ ἔζη κακῶς, ὥσπερ οἱ ἄλλοι οἱ ἐκεῖ διατρίβοντες. νῦν δὲ ἀπειληφὼς τὴν ἐπιστήμην τῶν συμφερόντων αὐτός τε καλῶς ζῇ καὶ τούτους θεωρεῖ ὡς κακῶς πράσσουσιν.
Ἐπειδὰν οὖν θεωρήσῃ πάντα, τί ποιεῖ ἢ ποῦ ἔτι βαδίζει;
Ὅπου ἂν βούληται, ἔφη. πανταχοῦ γὰρ ἔστιν αὐτῷ ἀσφάλεια ὥσπερ τῷ τὸ Κωρύκιον ἄντρον ἔχοντι, καὶ πανταχοῦ, οὗ ἂν ἀφίκηται, πάντα καλῶς βιώσεται μετὰ πάσης ἀσφαλείας. ὑποδέξονται γὰρ αὐτὸν ἀσμένως πάντες καθάπερ τὸν ἰατρὸν οἱ πάσχοντες.
Πότερον οὖν κἀκείνας τὰς γυναῖκας, ἃς ἔφης θηρία εἶναι, οὐκέτι φοβεῖται, μή τι πάθῃ ὑπ’ αὐτῶν;
Οὐ μὴ διοχληθήσεται οὐδὲν οὔτε ὑπὸ Ὀδύνης οὔτε ὑπὸ Λύπης οὔτε ὑπ’ Ἀκρασίας οὔτε ὑπὸ Φιλαργυρίας οὔτε ὑπὸ Πενίας οὔτε ὑπὸ ἄλλου Κακοῦ οὐδενός.