Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Εἶτα τὴν Λύπην καὶ τὸν Ὀδυρμὸν καὶ τὴν Φιλαργυρίαν καὶ τὴν Ἀκρασίαν καὶ τὴν λοιπὴν ἅπασαν Κακίαν. πάντων τούτων κρατεῖ καὶ οὐ κρατεῖται ὥσπερ πρότερον.

Ὢ καλῶν ἔργων, ἔφην ἐγώ, καὶ καλλίστης νίκης.

ἀλλʼ ἐκεῖνο ἔτι μοι εἰπέ· τίς ἡ δύναμις τοῦ στεφάνου, ᾧ ἔφης ... στεφανοῦν αὐτόν;

Εὐδαιμονική, ὦ νεανίσκε. ὁ γὰρ στεφανωθεὶς ταύτῃ τῇ δυνάμει εὐδαίμων γίνεται καὶ μακάριος καὶ οὐκ ἔχει ἐν ἑτέροις τὰς ἐλπίδας τῆς εὐδαιμονίας, ἀλλʼ ἐν αὑτῷ. XXIV.

Ὡς καλὸν τὸ νίκημα λέγεις. ὅταν δὲ στεφανωθῇ, τί ποιεῖ ἢ ποῖ βαδίζει;

Ἄγουσιν αὐτὸν ὑπολαβοῦσαι αἱ Ἀρεταὶ πρὸς τὸν τόπον ἐκεῖνον, ὅθεν ἦλθε πρῶτον, καὶ δεικνύουσιν αὐτῷ τοὺς ἐκεῖ διατρίβοντας ὡς κακῶς διατρίβουσι καὶ ἀθλίως ζῶσι καὶ ὡς ναυαγοῦσιν ἐν τῷ βίῳ καὶ πλανῶνται καὶ ἄγονται κατακεκρατημένοι ὥσπερ ὑπὸ πολεμίων, οἱ μὲν ὑπʼ Ἀκρασίας, οἱ δὲ ὑπʼ Ἀλαζονείας, οἱ δὲ ὑπὸ Φιλαργυρίας, ἕτεροι δὲ ὑπὸ Κενοδοξίας, οἱ δὲ ὑφʼ ἑτέρων Κακῶν.

ἐξ ὧν οὐ δύνανται ἐκλῦσαι ἑαυτοὺς τῶν δεινῶν, οἷς δέδενται, ὥστε σωθῆναι καὶ ἀφικέσθαι ὧδε, ἀλλὰ ταράττονται διὰ παντὸς τοῦ βίου. τοῦτο δὲ πάσχουσι διὰ τὸ μὴ δύνασθαι τὴν ἐνθάδε ὁδὸν εὑρεῖν· ἐπελάθοντο γὰρ τὸ παρὰ τοῦ Δαιμονίου πρόσταγμα.