Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Τοὺς μεγίστους, ἔφη, καὶ τὰ μέγιστα θηρία, ἃ πρότερον αὐτὸν κατήσθιε καὶ ἐκόλαζε καὶ ἐποίει δοῦ ταῦτα πάντα νενίκηκε καὶ ἀπέρριψεν ἀφʼ ἑαυτοῦ καὶ κεκράτηκεν ἑαυτοῦ, ὥστε ἐκεῖνα νῦν τούτῳ δουλεύουσι, καθάπερ οὗτος ἐκείνοις πρότερον.
Ποῖα ταῦτα λέγεις θηρία; πάνυ γὰρ ἐπιποθῶ ἀκοῦσαι.
Πρῶτον μέν, ἔφη, τὴν Ἄγνοιαν καὶ τὸν Πλάνον. ἢ οὐ δοκεῖ σοι ταῦτα θηρία;
Καὶ πονηρά γε, ἔφην ἐγώ.
Εἶτα τὴν Λύπην καὶ τὸν Ὀδυρμὸν καὶ τὴν Φιλαργυρίαν καὶ τὴν Ἀκρασίαν καὶ τὴν λοιπὴν ἅπασαν Κακίαν. πάντων τούτων κρατεῖ καὶ οὐ κρατεῖται ὥσπερ πρότερον.
Ὢ καλῶν ἔργων, ἔφην ἐγώ, καὶ καλλίστης νίκης.
ἀλλʼ ἐκεῖνο ἔτι μοι εἰπέ· τίς ἡ δύναμις τοῦ στεφάνου, ᾧ ἔφης ... στεφανοῦν αὐτόν;Εὐδαιμονική, ὦ νεανίσκε. ὁ γὰρ στεφανωθεὶς ταύτῃ τῇ δυνάμει εὐδαίμων γίνεται καὶ μακάριος καὶ οὐκ ἔχει ἐν ἑτέροις τὰς ἐλπίδας τῆς εὐδαιμονίας, ἀλλʼ ἐν αὑτῷ. XXIV.