Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν ἐπεπώκει παρὰ τῆς Ἀπάτης, καὶ τὴν ἀλαζονείαν καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀκρασίαν καὶ τὸν θυμὸν καὶ τὴν φιλαργυρίαν καὶ τὰ λοιπὰ πάντα, ὧν ἀνεπλήσθη ἐν τῷ πρώτῳ περιβόλῳ.
Ὅταν οὖν καθαρθῇ, ποῦ αὐτὸν ἀποστέλλει;
Ἔνδον, ἔφη, πρὸς τὴν Ἐπιστήμην καὶ πρὸς τὰς ἄλλας Ἀρετάς.
Ποίας ταύτας;
Οὐχ ὁρᾷς, ἔφη, ἔσω τῆς πύλης χορὸν γυναικῶν, ὡς εὐειδεῖς δοκοῦσιν εἶναι καὶ εὔτακτοι καὶ στολὴν ἀτρύφερον καὶ ἁπλῆν ἔχουσιν· ἔτι τε ὡς ἄπλαστοί εἰσι καὶ οὐδαμῶς κεκαλλωπισμέναι καθάπερ αἱ ἄλλαι;
Ὁρῶ, ἔφην. ἀλλὰ τίνες αὗται καλοῦνται;
‘Ημὲν πρώτη Ἐπιστήμη, ἔφη, καλεῖται, αἱ δὲ ἄλλαι ταύτης ἀδελφαὶ Ἀνδρεία, Δικαιοσύνη, Καλοκἀγαθία, Σωφροσύνη, Εὐταξία, Ἐλευθερία, Ἐγκράτεια, Πρᾳότης.