Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Τί δὲ ἕστηκεν ἐπὶ λίθου τετραγώνου αὕτη;
Σημεῖον, ἔφη, ὅτι ἀσφαλής τε καὶ βεβαία ἡ πρὸς αὐτὴν ὁδός ἐστι τοῖς ἀφικνουμένοις καὶ τῶν διδομένων ἀσφαλὴς ἡ δόσις τοῖς λαμβάνουσι.
Καὶ τίνα ἐστίν, ἃ δίδωσιν αὕτη;
Θάρσος καὶ ἀφοβία, ἔφη ἐκεῖνος.
Ταῦτα δὲ τίνα ἐστίν;
Ἐπιστήμη, ἔφη, τοῦ μηδὲν ἄν ποτε δεινὸν παθεῖν ἐν τῷ βίῳ.
Ὦ Ἡράκλεις ὡς καλά, ἔφην, τὰ δῶρα. ἀλλὰ τίνος ἕνεκεν οὕτως ἔξω τοῦ περιβόλου ἕστηκεν;
Ὅπως τοὺς παραγινομένους, ἔφη, θεραπεύῃ καὶ ποτίζῃ τὴν καθαρτικὴν δύναμιν. εἶθʼ ὅταν καθαρθῶσιν, οὕτως εἰσάγει τούτους πρὸς τὰς Ἀρετάς.
Πῶς τοῦτο; ἔφην ἐγώ, οὐ γὰρ συνίημι.
Ἀλλὰ συνήσεις, ἔφη. ὡς ἄν, εἴ τις φιλοτίμως κάμνων ἐτύγχανε, πρὸς ἰατρὸν ἂν δήπου γενόμενος πρότερον καθαρτικοῖς ἐξέβαλλε τὰ νοσοποιοῦντα, εἶτα
οὕτως ἂν ὁ ἰατρὸς αὐτὸν εἰς ἀνάληψιν καὶ ὑγείαν κατέστησεν,εἰ δὲ μὴ ἐπείθετο οἷς ἐπέταττεν, εὐλόγως ἂν δήπου ἀπωσθεὶς ἐξώλετο ὑπὸ τῆς νόσου .
Ταῦτα μὲν συνίημι, ἔφην ἐγώ.