The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

ἐλθόντες οὖν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωῦσέως, ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆς ἰάσεως αὐτῶν. εἶπεν δὲ πρὸς αὐτοὺς Μωϋσῆς· [*](Num. 21, 8. 9) Ὅταν, φησίν. δηχθῇ τις ὑμῶν, ἐλθέτω ἐπὶ τὸν ὄφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπισάτω πιστεύσας, ὅτι αὐτὸς ὢν νεκρὸς δύναται ζωοποιῆσαι, καὶ παραχρῆμα σωθήσεται. καὶ οὕτως ἐποίουν. ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαν τοῦ Ἰησοῦ, ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν. [*](Num. 13, 17)