The Epistle of Barnabas
Barnabae epistula
Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.
αἰσθάνεσθε, πῶς τὸ ὕδωρ καὶ τὸν σταυρὸν ἐπὶ τὸ αὐτὸ ὥρισεν. τοῦτο γὰρ λέγει: μακάριοι, οἲ ἐπὶ τὸν σταυρὸν ἐλπίσαντες κατέβησαν εἰς τὸ ὕδωρ, ὅτι τὸν μὲν μισθὸν λέγει ἐν καιρῷ αὐτοῦ: τότε, φησίν, ἀποδώσω. νῦν δὲ ὅ λέγει: τὰ φύλλα οὐκ ἀπορυήσεται, τοῦτο λέγει: ὅτι πᾶν ῥῆμα, ὃ ἐὰν ἐξελεύσεται ἐξ ὑμῶν διὰ τοῦ [*](Ps. 1, 3) στόματος ὑμῶν ἐν πίστει καὶ ἀγάπῃ, ἔσται εἰς ἐπιστροφὴν καὶ ἐλπίδα πολλοῖς.
καὶ πάλιν ἕτερος προφήτης λέγει. Καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ
εἶτα [*](Ezek. 47, 1-12) τί λέγει; Καὶ ἦν ποταμὸς ἕλκων ἐκ δεξιῶν, καὶ ἀνέβαινεν ἐξ αὐτοῦ δένδρα ὡραῖα: καὶ ὃς ἂν φάγῃ ἐξ αὐτῶν, ζήσεται εἰς τὸν αἰῶνα.
τοῦτο λέγει ὅτι ἡμεῖς μὲν καταβαίνομεν εἰς τὸ ὕδωρ γέμοντες ἁμαρτιῶν καὶ ῥύπου, καὶ ἀναβαίνομεν καρποφοροῦντες ἐν τῇ καρδίᾳ τὸν φόβον καὶ τὴν ἐλπίδα [*](Ezek. 47, 9) εἰς τὸν Ἰησοῦν ἐν τῷ πνεύματι ἔχοντες. Καὶ ὃς ἂν φάγῃ ἀπὸ τούτων, ζήσεται εἰς τὸν αἰῶνα, τοῦτο λέγει: ὃς ἄν, φησίν, ἀκούσῃ τούτων λαλουμένων καὶ πιστεύσῃ, ζήσεται εἰς τὸν αἰῶνα.
[*](IV Eer. 4, 33; 5, 5) Ὁμοίως πάλιν περὶ τοῦ σταυροῦ ὁρίζει ἐν ἄλλῳ προφήτῃ λέγοντι: Καὶ πότε ταῦτα συντελεσθήσεται; λέγει κύριος: ὅταν ξύλον κλιθῇ καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξῃ. ἔχεις πάλιν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυροῦσθαι [*](Exod. 17 (??).) μέλλοντος.
λέγει δὲ πάλιν τῷ Μωῡσῇ, [*](tw=| *mwush=| NC, e)n tw=| *mwush=| GL in Moses i.e. in the Pentateuch shich sas spoken of as Moses. ) πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων, καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμένους, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον: λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα, ἵνα ποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν, ὅτι, ἐὰν μή, φησίν, ἐλπίσωσιν ἐπ̓ αὐτῷ, εἰς τὸν αἰῶνα πολεμηθήσονται. τίθησιν οὖν Μωϋσῆς ἓν ἐφ̓ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς, καὶ ὑψηλότερος σταθεὶς πάντων ἐξέτεινεν τὰς χεῖρας, καὶ
πρὸς τί; ἵνα γνῶσιν ὅτι οὐ δύνανται σωθῆναι, ἑὰν μὴ ἐπ̓ αὐτῷ ἐλπίσωσιν. [*](Is. 65, (??))