De Ortibus et Occasibus
Autolycus
Autolycus. Autolyci De sphaera quae movetur liber De Ortibus et Occasibus Libri Duo. Hultsch, Friedrich, editor. Leipzig: Teubner, 1885.
εʹ. Ἑσπερία δὲ δύσις, ὅταν ἅμα τῷ ἡλίῳ δύνοντι ἄστρον τι συνδύνῃ.
ϛʹ. Τῶν δὲ φαινομένων ἑῴα μέν ἐστιν ἐπιτολή, [*]((α)) ὅταν πρὶν τὸν ἥλιον ἀνατεῖλαι ἄστρον τι πρώτως φανῇ ἀνατέλλον.
ζ΄. Ἑῴα δὲ δύσις, ὅταν πρὶν τὸν ἥλιον ἀνατεῖλαι [*]((β)) ἄστρον τι πρώτως φανῇ δῦνον.
[*]((α) Ὥστε ὀφθὲν ἀνατέλλον μηκέτι ὀφθῆναι ἀνατέλλον.)[*]((β) Οἷον ἐπὶ τῆς τοὺ κυνὸς ἐπιτολῆς, ὅτε πρῶτον φανῇ.)50
ηʹ. Ἑσπερία δὲ ἐπιτολή, ὅταν μετὰ τὸ τὸν ἥλιον δῦναι ἄστρον τι ἐσχάτως φανῇ ἀνατέλλον.