Fragmenta
Anonymous Iamblichi
Anonymous Iamblichi. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
(8) ἅμα δέ τις καὶ τῆι ἐξ ὀλίγου χρόνου εὐδοξίαι προσγίγνεται βλάβη τοιάδε· τοὺς γὰρ ἐξαπιναίως καὶ ἐξ ὀλίγου χρόνου ἢ πλουσίους ἢ σοφοὺς ἢ ἀγαθοὺς ἢ ἀνδρείους γενομένους οὐκ ἀποδέχονται ἡδέως οἱ ἄνθρωποι.
3.p. 97, 16.
(1) ὅταν τις ὀρεχθείς τινος τούτων κατεργασάμενος ἔχηι αὐτὸ εἰς τέλος, ἐάν τε εὐγλωσσίαν ἑάν τε σοφίαν ἐάν τε ἰσχύν, τούτωι εἰς ἀγαθὰ καὶ νόμιμα καταχρῆσθαι δεῖ· εἰ δὲ εἰς ἄδικά τε καὶ ἄνομα χρήσεταί τις τῶι ὑπάρχοντι ἀγαθῶι, πάντων κάκιστον εἶναι τὸ τοιοῦτον καὶ ἀπεῖναι κρεῖσσον αὐτὸ ἢ παρεῖναι.
(2) καὶ ὥσπερ ἀγαθὸς τελέως ὁ τούτων τι ἔχων γίγνετοι εἰς τὰ ἀγαθὰ αὐτοῖς καταχρώμενος, οὕτω πάλιν πάγκακος [τελέως] ὁ εἰς τὰ πονηρὰ χρώμενος.
(3) τόν τε αὖ ἀρετῆς ὀρεγόμενον τῆς συμπάσης σκεπτέον εἶναι, ἐκ τίνος ἂν λόγου ἢ ἔργου ἄριστος εἴη· τοιοῦτος δ’ ἂν εἴη ὁ πλείστοις ὠφέλιμος ὤν.
(4) εἰ μέν τις χρήματα διδοὺς εὐεργετήσει τοὺς πλησίον, ἀναγκασθήσεται κακὸς εἶναι πάλιν αὖ συλλέγων τὰ χρήματα· ἔπειτα οὐκ ἂν οὕτω ἄφθονα συναγάγοι, ὥστε μὴ ἐπιλείπειν διδόντα καὶ δωρούμενον· εἶτα αὕτη αὖθις δευτέρα κακία προσγίγνεται μετὰ τὴν συναγωγὴν τῶν χρημάτων, ἐὰν ἐκ πλουσίου πένης γένηται καὶ ἐκ κεκτημένου μηδὲν ἔχων.