Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas. Reliquiae Sacrae, Volume 2. Routh, Martin Joseph, editor. Oxford: Oxford University Press, 1846.

’Εκ πλείστου ὅσου καὶ ἱκανωτάτου χρόνου, ἀγαπητὲ Ἀουίρκιε Μάρκελλε, ἐπιταχθεὶς ὑπὸ σοῦ συγγράψαι τινὰ λόγον εἰς τὴν τῶν κατὰ Μιλτιάδην λεγομένων αἵρεσιν, ἐφεκτικώτερόν πως μέχρι νῦν διεκείμην· οὐκ ἀπορίᾳ τοῦ δύνασθαι ἐλέγχειν μὲν τὸ ψεῦδος, μαρτυρεῖν δὲ τῇ ἀληθείᾳ· δεδιὼς δὲ καὶ ἐξευλαβούμενος, μή πῃ δόξω τισὶν ἐπισυγγράφειν ἢ ἐπιδιατάσσεσθαι τῷ τῆς τοῦ εὐαγγελίου καινῆς διαθήκης λόγῳ· ᾧ μήτε προσθεῖναι μήτ’ ἀφελεῖν δυνατὸν, τῷ κατὰ τὸ εὐαγγέλιον αὐτὸ

πολιτεύεσθαι προῃρημένῳ. προσφάτως δὲ γενόμενος ἐν Ἀγκύρᾳ τῆς Γαλατίας· καὶ καταλαβὼν τὴν κατὰ τόπον ἐκκλησίαν ὑπὸ τῆς νέας ταύτης οὐχ ὡς αὐτοὶ φασὶ προφητείας· πολὺ δὲ μᾶλλον ὡς δειχθήσεται ψευδοπροφητείας διατεθρυλλημένην, καθόσον δυνατὸν, τοῦ Κυρίου παρασχόντος, περὶ αὐτῶν τε τούτων καὶ τῶν προτεινομένων ὑπ’ αὐτῶν ἑκάστοτε διελέχθημεν ἡμέραις πλείοσιν ἐν τῇ ἐκκλησίᾳ· ὡς τὴν μὲν ἐκκλησίαν ἀγαλλιασθῆναι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπιῤῥωσθῆναι· τοὺς δὲ ἐξεναντίας πρὸς τὸ παρὸν ἀποκρουσθῆναι· καὶ τοὺς ἀντιθέτους λυπηθῆναι. ἀξιούντων οὖν τῶν κατὰ τόπον πρεσβυτέρων, ὅπως τῶν λεχθέντων κατὰ τῶν ἀντιδιατιθεμένων τῷ τῆς ἀληθείας λόγῳ ὑπόμνημά τι καταλίπωμεν· παρόντος καὶ τοῦ συμπρεσβυτέρου ἡμῶν Ζωτικοῦ τοῦ Ὀτρηνοῦ, τοῦτο μὲν οὐκ ἐπράξαμεν· ἐπηγγειλάμεθα δὲ ἐνθάδε γράψαντες τοῦ Κυρίου διδόντος, διὰ σπουδῆς πέμψειν αὐτοῖς.