De lapidibus
Pseudo-Dioscorides
Pseudo-Dioscorides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
Λίθος αἱματίτης Ῥωμαῖοι αἱματίστα· ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος· παραξυόμενος γὰρ ἀκόναις αἱματώδη χυλὸν ἀνίησι. Τοσοῦτον μετέχων τῆς ψύξεως ὅσον καὶ τῆς στύψεως, οὗτος τριβόμενος καὶ πινόμενος αἱμορραγίαν παύει· καὶ αἱμάτων πτύσεσιν ἁρμόττει, καὶ πᾶσιν ἕλκεσι καὶ δυσουρίαις· ξηρὸς δὲ λειωθεὶς καταστέλλει τὰ ὑπερσαρκοῦντα· σὺν δὲ γάλακτι γυναικείῳ ὑφαίμους ὀφθαλμοὺς θεραπεύει.
Λίθος ἄσσιος ὁ ἐν Ἄσσῳ γενόμενος· κισσηρώδης.
Λίθος ἀρμένιος· Ἀγαρηνοὶ λαζουέρδ.