De fato

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

ἐδείξαμεν δὲ ὅτι [*](ΧΧΙΧ) οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐτῷ (ὥσπερ οὐδὲ τῷ αὐτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι. ἀλλ’ [*](1 πρῶτας a1 : οὐ πρῶτον Schulthessius 6 post γὰρ add. τὰ δίκαια γινόμεθα δίκαιοι B² 10 γινομένης a2: γενομένοις Cas. 0 μη ταῦτα sic V 13 συντελέσοντα Η Casp. 0 17 fortasse δεύτερός ⟨τις⟩ μηθεύεται a2 21 πάντων a¹² 22 τὰ μὲν a παρὰ τὰς δοξολογίας m1 corr. in τὰς παραδοξολογίας V: τὰς παραδ. ΗB²: παρὰ τὰς δοξολογίας a¹2: παρὰ τ. δ. Schulthess 24 ἐπανητέον a2 τοῦ νῦν] τοίνυν E: τὰ (ὰ in lit) νῦν B ἐδείξαμεν] cf. 197,2 sq. 25 οὕτως del. B² ⟨ἐστὶ⟩ τὸ B² ὅτι] fortasse ὡς ἕξεως m1 corr. ex ἐξετάσεως V: ἐξετάσεως B¹Κa12 Cas. Lond.: ἕξεως B²HEO 26 αὐτὸς om. 0 τοῦ HO: τὸ Va2 27 ἔχειν] σχεῖν Gercke ἔχει scripsi: ἔχειν libri ὡς ἐπ’ Va1²: ἐπ’ Lond. O: οὐκ (in lit.) ἐπ B2 coni. O: μηκέτ’ ἐπ Casp. 0 28 ὑπὸ 0 ρίψ /// αι V 29 ἐπ’ αὐτῷ scripsi: ⟨ἐπὶ⟩ τῶ Gercke: ἐπ’ αὐτῶν libri 30 ἐνεργεῖ ἐπ’ αὐτῷ καὶ B² 31 τὰς add. B²)

200
ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμένως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύ |θερον καὶ μὴ ποιῆσαί ποτε τὸ γινόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ αἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώμενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος.