οἱ συγχωρήσαντες ἀναποβλήτους τὰς ἀρετάς τε καὶ τὰς κακίας εἶναι, [*](XXVII) ἴσως προχειρότερον λαμβανόμενον λέγοιμεν ἂν κατὰ τοῦτο τὰς ἕξεις ἐπὶ τοῖς ἔχουσιν εἶναι, καθόσον πρὸ τοῦ λαβεῖν αὐτὰς ἐπ’ αὐτοῖς ἦν καὶ μὴ λαβεῖν. οἵ τε γὰρ τὰς ἀρετὰς ἔχοντες καὶ τοῦ τῶν βελτιόνων ἀμελεῖν ἑλόμενοι τὰ βελτίω αὐτοῖς αἴτιοι τῆς τῶν ἀρετῶν ἐγένοντο κτήσεως, οἵ τε τὰς κακίας ἔχοντες παραπλησίως. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν τεχνῶν λόγος· καὶ γὰρ τῶν τεχνιτῶν ἕκαστος πρὸ μὲν τοῦ τὴν τέχνην ἔχειν εἶχεν καὶ τοῦ μὴ γενέσθαι τὴν ἐξουσίαν, γενόμενος δὲ οὐκέτ’ ἔσται κύριος τοῦ μὴ γεγονέναι τε καὶ εἶναι τοιοῦτος. αἱ γὰρ γενέσεις τῶν τοιούτων ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο οὐχ ὅμοιον τὸ ἀληθὲς ἐπί τε τῶν μελλόντων καὶ ἐπὶ τῶν ὄντων τε καὶ γεγονότων, ὅτι τὸ μὲν ὄν τε καὶ γεγονὸς οὐχ σἷόν τε ἢ μὴ εἶναι ἢ μὴ γεγονέναι, τὸ δὲ μέλλον γίνεσθαι ἐνδέχεται καὶ μὴ γίνεσθαι. διὸ πρὸ μὲν τοῦ τὴν ἀρετὴν ἔχειν τόνδε τινὰ ἀληθὲς ἦν τὸ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι τοιοῦτον, ὃ δὲ τοιοῦτον γίνεται, τοῦτο καὶ γενόμενον ἀληθὲς οὕτως λέγειν γεγονέναι. εἰ μὲν οὖν ἦν ἐκ γενετῆς ὁ φρόνιμος τοιοῦτος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις τοῖς ὑπὸ τῆς φύσεως αὐτῷ δεδομένοις εἶχεν παρ’ ἐκείνης λαβών, οὐδ’ ὅλως ἂν ἦν ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ, ὥσπερ οὐδὲ τὸ εἶναι δίποδι ἢ λογικῷ, οὐδ’ ἂν ἐπῃνεῖτο ἔτι ἐπὶ τῷ τοιοῦτος εἶναι, ἀλλ’ ἐθαυμάζετο ὡς ἔχων παρὰ τῆς θείας φύσεως δῶρον τηλικοῦτον. ὡς γὰρ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἀσθενεῖς ὄντες τὴν φύσιν διὰ τῆς οἰκείας ἐπιμελείας εἰσὶ τοιοῦτοι, τούτους μὲν ἐπαινοῦμεν ὡς ἑαυτῶν πρόνοιαν τὴν προσήκουσαν ποιουμένους, δι’ ἣν πρόνοιαν οὔκ εἰσιν ἐν τῷ νοσεῖν, τοὺς δὲ ἐκ φύσεως ὑγιεινοὺς καὶ τοὺς νοσοῦντας ἄνευ πραγματείας καὶ φροντίδων οὐκέτι μὲν ἐπαινοῦμεν, μακαρίζομεν δὲ ὡς χωρὶς καμάτων τοῦτο ἔχοντας, ὃ καὶ τοῖς ἄλλοις ἀγαπητόν, εἰ καὶ μετὰ καμάτου παρείη, τὸν αὐτὸν τρόπον ἢ καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ἀρετῶν ἐποιοῦμεν ἄν, εἰ ἦσαν ἐκ φύσεώς τισιν παροῦσαι, ὅπερ ἀμέλει ποιοῦμεν ἐπὶ τῶν θεῶν. ἐπεὶ δὲ ἀδύνατον ἡμῖν τοῦτο, καὶ οὐδὲν ἀδύνατον δεῖ παρὰ τῆς φύσεως ἀπαιτεῖν (αὕτη γὰρ δυνατῷ τε καὶ ἀδυνάτῳ μέτρον· [*](2 ψόγος a2 γίνεσθαι ἐπὶ τούτοις Ε 3 οἱ om. Β: ἡμεῖς δὲ B2 (supra lit. 2 litt.): οἷς ΕΟ: ὃ vel οὐ vel del. Gercke: fortasse ἢ alt. τὰς om. 0 4 ἴσως del. 0 λαμβάνοντες λέγοιεν Lond. 0: λαμβανόμενοι Gercke 5 ἐπ’ Cas.: ἔτι V1a¹2: ἔτι ἐπ B² Lond. 0 6 τοῦ τῶν E : τουτωι (sic) V: τούτῳ a1 : τούτων a2: τὸ τῶν Lond.: ἐξὸν καὶ τῶν Cas. Casp. O: ἐξὸν καὶ τὸ τῶν 0 9 τεχνιτῶν sic V τὴν om. a 12 ὁμοίως 0 13 ὄντων] μενόντων a12: μὲν ὄντων Lond. τὸ μὲν ὄν H γρ. O: μόνον V1: μένον v. c. Va¹: μὲν ὄν Lond.: ὄν a2 14 pr. ἢ] ἦν 0 15 καὶ s. v. V1 17 ἦν om. ΒΟ ἐκ γενετῆς] εγγενετὴσ (sic, scc. deletus) V 18 καὶ μὴ a2 τοῖς om. 0 τῆς om. a¹2 19 δεχομένοις 0 22 ὑγιαινόντων B2E mg. Lond. 0: ἐπαινούντων Va¹² 25 καὶ τοὺς μὴ E Lond. O: καὶ μὴ vel καὶ διὰ τοῦτο μὴ Gercke νοσουντας sic V: εὐεκτοῦντας B² καὶ—νοσοῦντας delevi 26 ἄνευ] εὔευ a2 φροντίδος 0 27 alt. καὶ om. 0: del. B2 28 ἢ Casp. Ο: εἰ libri 31 τῆς)
198
τελειότης μὲν γὰρ ἡ ἀρετὴ καὶ ἡ ἀκρότης τῆς οἰκείας φύσεως ἑκάστου, ἀδύνατον δὲ ἀτελές τι ὃν ἐν τελειότητι εἶναι, ἀτελὲς δὲ τὸ γενόμενον εὐθὺ τῷ γενέσθαι), οὐδὲ τὴν ἀρετὴν οἷόν τε τὸν ἄνθρωπον ἔχοντα φῦναι. οὐ μὴν ἀσύμβολος ἡ φύσις αὐτῷ πρὸς τὴν κτῆσιν αὐτῆς, ἀλλ’ ἔχει παρ’ αὐτῆς δύναμίν τε καὶ ἐπιτηδειότητα δεκτικὴν αὐτῆς, ἣν οὐδὲν τῶν ἄλλων ζῴων ἔχει. καὶ διὰ τήνδε τὴν δύναμιν ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων φύσει διαφέρει, καίτοι πολλῶν ζῴων ἀπολειπόμενος ἐν τοῖς σωματικοῖς πλεονεκτήμασιν. εἰ μὲν οὖν οὕτως εἴχομεν παρ’ αὐτῆς τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικήν, ὡς προιόντες καὶ τελειούμενοι καὶ ταύτην λαμβάνειν, ὡς τὸ περιπατεῖν, ὡς τὸ ὀδόντας, ὡς τὸ γένεια φύειν, ὡς ἄλλο τι τῶν ἐπιγινομένων ἡμῖν κατὰ φύσιν, οὐδ’ οὕτως ἂν ἐφ’ ἡμῖν ἦσαν αἱ ἀρεταὶ ὥσπερ οὐδὲ τῶν προειρημένων τι, ἐπεὶ δὲ μὴ τοῦτον τὸν τρόπον αὐτὰς κτώμεθα (εἰ γὰρ ἦν ὥσπερ τὰ ἄλλα, οὕτως δὲ καὶ φρόνησίς τε καὶ ἀρετὴ τοῖς ἀνθρώποις συγγενῆ, πάντες ἂν ἢ οἵ γε πλεῖστοι, ὥσπερ τῶν ἄλλων κατὰ φύσιν αὐτοῖς τυγχάνουσιν, οὕτως οὐ τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικὴν μόνην, ἀλλὰ καὶ τὰς ἀρετὰς αὐτὰς παρ’ ἐκείνης ἂν εἴχομεν καὶ οὐδὲν οὐδ’ οὕτως ἂν ἔδει ἐπαίνων ἢ ψόγων ἤ τινος τῶν τοιούτων ἐπὶ δὲ ταῖς ἀρεταῖς τε καὶ κακίαις θειοτέραν πρόφασίν τε καὶ οὐσίαν τῆς παρουσίας αὐτῶν ἔχουσιν), ἐπεὶ δὴ οὐχ οὕτως ἔχει (οὐ γὰρ τοὺς πάντας οὐδὲ τοὺς πλείστους ὁρῶμεν τὰς ἀρετὰς ἔχοντας, ὃ τῶν κατὰ φύσιν γινομένων ση|μεῖόν ἐστιν, ἀλλ’ ἀγαπητὸν ἕνα που λαβεῖν τοιοῦτον, ὃς δι’ ἀσκήσεώς τε καὶ διδασκαλίας δείκνυσιν τὴν τῶν ἀνθρώπων πρὸς τὰ ἄλλα ζῷα φυσικὴν πλεονεξίαν, δι’ αὑτοῦ προστιθεὶς τὸ ἀναγκαῖον ἐνδέον ἡμῶν τῇ φύσει), διὰ τοῦτο ἐφ’ ἡμῖν τέ ἐστιν ἡ τῶν ἀρετῶν κτῆσις καὶ οὐκ ἄχρηστοι οὐδὲ μάτην οὔτε οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔτε ⟨αἱ⟩ πρὸς βελτίω προτροπαὶ οὔθ’ ἡ διὰ τῶν βελτιόνων ἐθῶν κατὰ τοὺς νόμους ἀγωγή. τῶν μὲν γὰρ φύσει τισὶν ὑπαρχόντων οὐδὲν οἷόν τε ὑπό τινος ἔθους ἀλλοῖον γενέσθαι (οὐχ οὕτως πολλάκις τὸ βάρος ἔχον ἀναρριφθήσεται, ὡς ἐθισθῆναι κατὰ τὴν αὐτοῦ φύσιν ἄνω φέρεσθαι), τὰ δὲ ἤθη τῶν ἀνθρώπων τοῖα καὶ τοῖα διὰ τῶν διαφερόντων ἐθῶν γίνεται.
[*](1 ἡ del. Schwartz 2 εὐθυ.σ sic H 3 τῷ ἀνθρώπῳ Lond. 0 ἔχοντα add. B² συμφῦναι Lond. 0 4 μὴν] μέντοι Lond. 0 αυτῆς V 5 αυτῆς V 7 πολλῶν] τῶν ἄλλων 0 8 εἴχομεν Cas. O: ἔχομεν libri 9 τε καὶ τελ. a2 12 δὲ μὴ (sic coll. m1 quod scripserat μὴ δὲ) V: μηδὲ a¹² εἰ γὰρ ἦν Lond. 0: οὐ γὰρ ἦν Va¹: οὕτω ἦν a2: ἦ γὰρ ἂν ἦν B2: εἰ μὲν γὰρ ἦν Cas. 13 καὶ πάντες B2 14 ἂν αὐτῶν ἐτύγχανον καὶ Β²: αὐτῶν τύγχανοιεν Lond. 0: αὔτως τυγχάνουσιν Gercke 14> 15 οὕτως οὐ τὴν B²E: οὕτως οὖν τὴν Va¹2: οὕτως οὖν καὶ τὴν K: οὕτως οὖν οὐ τὴν Cas.: οὕτως οὖν οὐδὲ τὴν Lond. 0 16 ἂν εἴχομεν ⟨εἴ et ο in lit.) Cas.: ἂν ἔχωμεν Va¹: ἂν ἔχομεν E: ἀνέχομεν a2 17 δὲ delevi ἔπαινοί τε καὶ ψόγοι γίνονται post κακίαις ins. B² 18 οὐσίαν] ὁσίαν Casp. 0: αἰτίαν Gercke εἴχομεν Cas. 0 δὴ οὐχ scripsi: δ’ οὐχ libri: οὖν οὐχ in lit. Β² 20 ἀγαπητὸν] ν in lit. V 21 ὃς] ς s. v. V 22 τα V αὐτοῦ V 23 τί ἐστιν Lond. 0 24 οὐδὲ] οὔτε 0 pr. οὔτε] ύτ in lit. V 25 οὔτε αἱ πρὸς βελτίω B²: οὐ πρὸς βελτίων V¹: οὔτε πρὸς βελτίων v. c. Va¹²: οὔτε αἱ πρὸς βέλτιον HEO: οὔτε πρὸς βελτίω Cas.: οὔτε πρὸς βέλτιον Lond. 27 οὐχ] οὐδ’ vel οὐ γὰρ Gercke 28 ἀναριφθήσεται V παρὰ Gercke 29 τοιὰ—τοιὰ V) 199
καὶ ἐπὶ μὲν τῶν φύσει πρώτας τὰς ἕξεις κτησάμενοι οὕτως ἐνεργοῦμεν κατ’ αὐτάς (οὐ γὰρ ἰδόντες πολλάκις τὴν ὁρατικὴν ἕξιν κτώμεθα, ἀλλ’ ἔχοντες αὐτὴν οὕτως ὁρῶμεν), ἐπὶ δὲ τῶν οὐ φύσει ἐκ τῶν ἐνεργειῶν τὰς ἕξεις κτώμεθα. οὐ γὰρ ἄλλως τέκτων τις ἂν γένοιτο μὴ πολλάκις ἐνεργήσας τὰς τοῦ τέκτονος ἐνεργείας κατὰ τὰς ὑποθήκας τοῦ διδάσκοντος. ὥστ’ ἐπεὶ καὶ τὰς ἀρετὰς οὕτως κτώμεθα (ἐνεργοῦντες γὰρ καὶ τὰ σωφρονικὰ γινόμεθα σώφρονες), οὐκ ἂν ἡμῖν ὑπάρχοιεν φύσει.