Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰεῶν δὲ περὶ τούτων μετῆλθεν ἐπὶ τὸν περὶ τῶν παθητικῶν δυνάμεων λόγον, αἰ ἦσαν ξηρότης καὶ ὑγρότης, καὶ δεικνύς, τίνες τούτων πάλιν εἰσὶν διαφοραί, καὶ τίνα καὶ πόσα εἴδη τὰ γινόμενα ἐξ αὐτῶν, πρῶτον μὲν ὑπέμνησε τοῦ ἀρχὰς εἶναι τῶν σωμάτων, καθὸ παθητικά ἐστι, τὸ ὑγρόν τε καὶ ξη ηρόν, τὰ δ’ ἄλλα, ὅσα μὴ ἀρχαί, ἀλλ’ ἐκ τῶν ἀρχῶν ὄντα τε καὶ γεγονότα, μικτὰ μὲν ἐκ τούτων εἶναι (ὁτ ποτέρου γὰρ πλέον ἔχει τὸ μεμιγμένον, τούτῳ συντάσσεσθαι αὐτό, τὰ μὲν κατὰ τὸ ξηρὸν πλεονεκτοῦντα τῷ ἔηρῷ, τὰ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὑγρῷ), πάντα δὲ τῶν τε ὑγρῶν καὶ τῶν ξηρῶν τὰ μὲν ἐντελεχείᾳ ταῦτα λέγεται εἶναι, τὰ δὲ δυνάμει. ἐφ’ οἷς λαβών, ὅτι ἡ μῖξις τοῦ ὑγροῦ τε καὶ τοῦ ξηροῦ αἰτία τοῦ ὡρίσθαι τὰ ἐξ αὐτῶν μεμιγμένα (ἀόριστον γὰρ ἐκείνων ἑκάτερον καθ’ αὐτὸ ὄν), λαβών δὲ καὶ τὸ ὑγρὸν μὲν παθητικὸν τῶν στοιχείων τὸ ὕδωρ εἶναι, ξηρὸν δὲ τὴν γῆν, ἐν οἰς καὶ τὸ ψυχρὸν ὃν δοκεῖ μᾶλλον εἶναι καθ’ αὐτὸ παθητικὸν ἢ ποιητικόν, προσλαβών τὸ πᾶν ὡρισμένον παθητὸν σῶμα ἢ μαλακὸν ἢ σκληρὸν εἶναι, καὶ εἰπών, τί μέν ἐστι τὸ μαλακόν, τί δὲ τὸ σκληρόν (σκληρὸν μὲν γὰρ τὸ ἀντιβαῖνον καὶ μὴ ὑ πεῖκον κατὰ τὴν ἐπιφάνειαν, μαλακὸν δὲ τὸ ὑ πε ῖκ ον κατὰ τὴν ἐπιφάνειαν τῷ ὑπείκειν, οὐ τῷ διαιρούμενον ἀντιπεριίστασθ αι), ἑξῆς, ἐπεὶ πᾶν τὸ ὡρισμένον σῶμα σκληρὸν ἢ μαλακόν, πεπηγὸς δὲ ἤδη τὸ ὡρισμένον, ἐπὶ τὸ περὶ πήξεως λέγειν ἦλθεν, καὶ ὑπομνήσας τῶν παρὰ τὴν ὕλην αἰτίων, ὅτι ἐστὶ τό τε ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως καὶ τὸ εἶδὸς, καὶ λαβῶν ταῦτα αἴτια εἶναι τῶν γινομένων ἀπάντων φύσει (καὶ γὰρ πήξεως καὶ δια χύσε ως, καὶ τοῦ ξηραίνεσ θαι καὶ τοῦ ὑγραίνε σθαι), τίνα ἐστὶ τὰ ποιητικὰ καὶ τίνα πάθη τε καὶ εἴδη τῶν γινομένων ἔλαβεν, ποιητικὰ μὲν εἰπών εἶναι θερμότητά τε καὶ ψυχρότητα, πάθη δὲ τὰ ὑπὸ τούτων ἐπιγινόμενα τοῖς σώμασιν, τό τε θερμὸν καὶ τὸ ψυχρόν. ἐφ ος ἐπανελθών ἐπὶ τὸν περὶ πήξεως λόγον, καὶ λαβῶν τὸ πήγνυσθαι ηραίνεσθαί πως εἶναι, ἔφη δεῖν περὶ τούτου πρῶτον εἰπεῖν, καὶ πρῶτον μὲν ἔλαβεν, τίνα τὰ ξηραινόμενα, ὅτι γὰρ ὕδωρ, καὶ ὅσα ὕδατος εἴδη, καὶ ὅσα ἔχει ὕδωρ ἤ σύμφυτον ἢ ἔπακτον. ἐφ’ οἷς ἐζήτησεν ὑπὸ τίνων ξηραίνεται, καὶ λαβών, ὅτι πάντα τὰ ξηραινόμενα ἢ θερμαινόμενα ἢ ψυχόμενα ηραίνεται, προσέθηκεν τὸ καὶ θερμαινόμενα καὶ τὰ ψυχόμενα θερμῷ ξηραίνεσθ αι ἢ τῷ ἐντὸς ἢ τῷ ἐκτός, [*](1 μὲν s. v. V ωνομάσθαι V 3 γίνεται Vict.: γίνεσθαι libri 5 μετῆλθεν] 1125 113,22 =Arist. Μeteor. IV, 4. 381 23—5,82b28 6 πάλιν GFSa Sp.: π// V: lacuna 5 litterarum B 13 fortasse λέγεσθαι 14 ὑγροῦ Vict.: ψυχροῦ litbri 18 παθητὸν] παθητικὸν Sp. 21 τῷ ὑπείκειν Vict. Sp. cf. Arist. 382a13: τῶν ὑπ’ ἐκείνου libri 24 ἡ om. a Sp. 26 διαχύσεως V (litteris madore evanidis) Vict. Sp.: om. relicto spatio 9 litterarum B: διαλύσεως GFSa 30. 31 πήγνεσθαι V 35 τὰ add. Sp. 36 τῶ ἐντοσ V ἢ τῷ ἐκτός, ⟨τῷ μὲν ἐκτός⟩, ἃ Sp.: τῶν ἐνεκτοσ ἃ V: τῶν ἐν ἐκτὸς ἃ FS1Ga: τῶν ἐνεκτὸς ἃ B: ⟨ἢ⟩ τῷδ ἐκτὸς ἃ Vict.)

113
τοῦ περικειμένου ξηραίνεται θερμοῦ, τῷ δ’ ἐντός, ὅσα ὑπὸ ψυχροῦ. ὑπὸ γὰρ τοῦ ψυχροῦ ἀναλισκόμενον τὸ ἐνυπάρχον ἐν τοῖς ξηραινομένοις θερμὸν καὶ διαφορούμενον συνεξατμίζει καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς, οὗ γινομένου ξηραίνεται.