Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ὡς δὲ ἦν τούτου τοῦ λόγου ἀπὸ συμβεβηκότος τοῖς πεπερασμένοις ἡ ἐπιχείρησις, ἀλλ᾿ οὐκ ἀπὸ τῆς οὐσίας τοῦ πεπερασμένου, καὶ ἀπὸ τῆς κατὰ τὴν αἴσθησιν συνηθείας, οὐκ ἀπὸ τῆς κατὰ τὸν λόγον ἀκολουθίας, οὕτω δὲ καὶ ἐπὶ τοῦ δευτέρου, ὃς ἀξιοῖ τὸν ἐν τῷ πέρατι τοῦ παντὸς γενόμενον ἐκτείνειν τε ἐπέκεινα τοῦ πέρατος ἢ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι τοῦ παντὸς ἐκτός. καὶ γὰρ οὗτος ἀπὸ τῶν ἐκ μερῶν πεπερασμένων τὴν ἐπιχείρησιν ἐπὶ τὸ πᾶν μεταφέρει καὶ ἀξιοῖ τοῖς ἀπὸ τῆς περὶ ταῦθ᾿ ἡμῖν αἰσθήσεώς τε καὶ ἀπ᾿ αὐτῶν φαντασίας γινομένης χρῆσθαι ὡς ἐπὶ πάντων οὕτως ἐχούσης. τὸ δ᾿ οὐχ οὕτως ἔχει. οὐ γὰρ τὸ φαινόμενον ἀληθές. οὐ γὰρ εἰ φαντασίαν ἑαυτοῦ τις λάβοι ὄντος ἔν τισι τόποις, ἐν οἷς ἤ ποτε γέγονεν ἢ | οὐδὲ γέγονε τὴν ἀρχήν, διὰ τοῦτο καὶ ἔστιν ἔνθα. οἷόν τε τοῦ γὰρ μὴ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι ἱκανά μαρτύρια καὶ τὰ κοιμωμένων καὶ ἐργηγορότων κενὰ γινόμενα φαντάσματα, οἷς ὅμοιον καὶ τὸ ὑποτίθεσθαι ἐν τῷ πέρατί τινα γίνεσθαι τοῦ παντὸς τῶν δυναμένων ἐπέκεινα τοῦ πέρατος ἐκτείνειν τι κρατούμενον. τί γὰρ διαφέρει τῆσδε τῆς φαντασίας τε καὶ ὑποθέσεως τὸ ἐν τῷ μὴ ὄντι ἑαυτὸν γινόμενον ὑποτίθεσθαι καὶ ζητεῖν, πότερον αὐτὸν προσιόντα αὐτῷ παραδέξεται ἢ οὐ παραδέξεται, καὶ πότερον γινόμενος ἐν αὐτῷ στήσεται ἢ οὐδὲν τὸ ἀντιβαῖνον ἕξει καὶ ἐκτεῖναι τὴν χεῖρα δυνήσεται ἢ ἐμποδῶν ἔσται τι αὐτῷ, ὅτι γὰρ τούτων ὑποθετέον τί ἐστι τὸ μὴ ὄν. διὸ βέλτιον τὰς τοιαύτας φαντασίας ἐλέγχειν οὔσας κενάς, ἑπομένους ταῖς διὰ τῶν λόγων ἀποδείξεσι καὶ χρωμένους [*](1 γὰρ s. v. V αὐτοῦ V τὸ add. Sp. ἔχει S2 Sp.: ἔχειν libri 2 ἐν delevi 3 fortasse ⟨εἶναι⟩ ἐν ἐκτὸς αὐτοῦ scripsi: ἐκ τοσούτου libri 4 γινομένοις BSa Sp.: γινομένοι sic V 7 λαμβάνοντα Schwartz [ ἐπὶ] fortasse ἔτι 8 τι] τῆς a 11 τὸ del. S2 Sp. 13 δεικνύασιν scripsi: δείκνυσιν V: δεικνῦσιν Sp. 16 δὲ ἧν GFSa Sp.: δε ην sic V: δέην B τοῖς Vict. Sp.: τι ἡ V: τι ἣ B: τι ἧ F: τὶ ἡ Sa 20 τε] fortasse τι κωλυθήσεσθαι Sp.: κωλυθήσεται libi 21 ἐκ delei 22 τοῖς Sp.: τὰ libri 27 οἷόν τε delevi: οἶον ταί τε G: ᾤετο coni. Sp. 29 τῶν δυν.] δυνάμενον Schwartz 33 ἢ addidi: καὶ add. Vict. 34 ἠ V 35 fortasse τούτῳ)
Ἐπεὶ τὸ ἐφ᾿ ἡμῖν ἐστι ἐν λογικῇ συγκαταθέσει (διὰ τοῦτο γὰρ ἐν μόνῳ τῷ ἀνθρώπῳ τὸ ἐφ᾿ ἡμῖν, ὅτι καὶ μόνος τῶν ζῴων ἄνθρωπος λογικός τέ ἐστι καὶ βουλευτικός), συγκατατίθεται μὲν γὰρ καὶ τὰ ἄλογα ξῶα, ἀλλὰ ταῦτα μὲν ταῖς φαντασίαις ταῖς ἀπὸ τῶν αἰσθητῶν διὰ τῶν αἰσθήσεων γινομέναις ἐν αὐτοῖς ἑπόμενα καὶ τῷ ἀπὸ τούτων ἐν αὐτοῖς γινο- μένῳ πάθει τὰς συγκαταθέσεις ποιεῖται ἀγόμενα ὑπ᾿ αὐτῶν, ἂν ἐκεῖνα ἄγῃ, ὁ δ᾿ ἄνθρωπος, ὅταν ὡς ἄνθρωπος ποιῆται τὰς συγκαταθέσεις, δεῖται πρὸς ταῖς φαντασίαις καὶ λόγου, ὃν ἔχων παρὰ τῆς φύσεως πρὸς τὴν τῶν τοιούτων κρίσιν ἄνθρωπός ἐστιν, δι᾿ οὗ λόγου κρίνει τὰ φαντάσματα. διὸ κἂν βουλευομένῳ περὶ τῆς προσπεσούσης φαντασίας αὐτῷ μὴ τοιοῦτον δοκῇ, ὁποῖον τήν ἀρχὴν ἐφαίνετο, οὐ συγκατατίθεται αὐτῇ, συγκατατιθέ μενος ἂν τῷ ὅσον ἐπὶ τῷ ἀπὸ τῆς φαντασίας πάθει, καὶ ἔστι προαίρεσις ἡ τοιαύτη συγκατάθεσις ὄρεξις οὖσα βουλευτική. τὸ γὰρ ἐκ τῆς βουλῆς περὶ τοῦ ἐκ τοῦ αἰσθητοῦ τε καὶ πρὸ αὐτοῦ προκριθὲν ἡ προαίρεσις. εἰ μὲν οὖν καὶ βουλευομένοις ἡμῖν εἵπετο τῇ φαντασίᾳ συγκατατίθεσθαι, οὐκ ἂν ἦν ἐφ᾿ ἡμῖν οὐδ᾿ ἡ μετὰ τῆς βουλῆς συγκατάθεσις, ἐπεὶ δὲ ἀλλοιοτέραν ἡμῖν πολλάκις τὸ βουλεύσασθαι τὴν συγκατάθεσιν ποιεῖ τὴν ἐπὶ φαντασίᾳ τοῦ ἀπ᾿ αὐτῆς πάθους, οὐκέτ᾿ ἂν εὐλόγως ταῖς φαντασίαις λεγοίμεθα συγκατατίθεσθαι. ἐπεὶ μηδὲ ταῖς φαντασίαις συγκατατιθέμεθα, ἦν δὲ τοῦ ἐφ᾿ ἡμῖν ἀναιρετικὸν τοῦτο, οὐδ᾿ ἂν τὸ ἐφ᾿ ἡμῖν εἶναί τι ἀναιροῖτο. καὶ γὰρ εἰ μὲν εἵπετο πάντως ἡμῖν τὸ βουλεύεσθαι ἐπὶ πάσῃ φαντασίᾳ, ἴσως ἂν ἐδόκει καὶ αὐτὸ οὐκ ἐφ᾿ ἡμῖν εἶναι, ἀλλὰ σύμπτωμά τι τῆς φαντασίας γενόμενον ὑπ᾿ αὐτῆς, οὗ παρ᾿ ἐκείνης τὸ εἶναι ἔχοντος ἔδοξεν ἂν καὶ ἡ ἐπ᾿ αὐτῷ συγκατάθεσις κατ᾿ ἐκείνην γίνεσθαι, καθ᾿ ἣν καὶ τὸ βουλεύεσθαι, ἐφ᾿ ἡ συγκατάθεσις. εἰ δὲ μὴ ἡ φαντασία τοῦ βουλεύεσθαι τὸν ἄνθρωπον κυρία, ἀλλ᾿ ἔστιν ἐπ᾿ αὐτῷ καὶ τὸ βουλεύσασθαι καὶ τὸ μή (πολλαῖς γοῦν φαντασίαις χωρὶς τοῦ βουλεύσασθαι συγκατατιθέμεθα τοῖς ἀλόγοις ζῴοις παραπλησίως), οὐδ᾿ ἂν ἡ τοιαύτη συγκατάθεσις τῆς φαντασίας ἔργον εἴη ὑπεναντιουμένη ἐν πολλοῖς τε αὐτῇ καὶ πολλαχῶς. ὅτι δ’ ἡμεῖς τοῦ βουλεύεσθαι περὶ τῶν φαντασιῶν κύριοι, δῆλον ἔκ τε τοῦ προειρημένου τοῦ ἡμᾶς ἔχειν τὴν ἐξουσίαν τοῦ βουλεύσασθαί τε καὶ μή, καὶ μὴ τὴν φαντα|σίαν εἶναι τούτου κυρίαν. εἰ γὰρ μὴ φαντασία, τί ἂν ἄλλο [*](7 μόνῳ Sp.: μὲν libri μόνος Sp.: μόνων libri (μόνων sic V) 16 αὐτῇ scripsi: αὐτῷ libri 17 pr. τῷ] τὸ a Sp.: fortasse delendum 19 τε del. Schwartz 21 ἡ Schwartz: ἦν] libri 23 λεγοίμεθα Sp.: λεγόμεθα libri 24 μηδὲ] fortasse δὲ μὴ 26 μὲν Vict. Sp.: μὴ Va τὸ Sp.: τοῦ libri 34 αὐτῇ Sp.: αὐτῆς libri: αὐτοῖς Vict. 37 φαντασία Sp.: φαντασίαν libri 37. p. 108, 1 ἄλλο τεθείη Vict.: ἀλλοιωθείη libri)