Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ψυχή ἐστι καθ᾿ ὃ τὸ ζῷον ζῷόν ἐστι. καθ᾿ ὃ γὰρ διαφέρει ἐνυπάρχον αὐτῷ τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τοῦτο ζῷον· κατὰ δὲ τὴν ψυχὴν ἐνυπάρχουσαν αὐτῷ διαφέρει τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τὴν ψυχὴν τὸ ζῷον ζῷόν ἐστι. καθ᾿ ὃ δὲ τὸ ζῷον ζῷόν ἐστιν, εἶδος τοῦτο αὐτοῦ. πᾶν γὰρ καθ᾿ ὃ λέγεταί τε καί ἐστιν τόδε τι, εἶδος τοῦτο· καὶ γὰρ τῶν κατὰ τέχνην γινομένων ἕκαστον καὶ τῶν κατὰ φύσιν κατὰ τὸ εἶδός ἐστιν τοῦτο ὅ ἐστι. καὶ τὸ ζῷον δὴ ζῷόν ἐστι κατὰ τὸ εἶδος, ἦν δὲ κατὰ τὴν ψυχὴν ζῷον, εἶδος οὖν ἡ ψυχή. ἀλλὰ μὴν τό τινος εἶδος ἔνυλον εἶδός ἐστιν, ἡ ψυχὴ δέ τινος εἶδός ἐστιν, τοῦ γὰρ ζῴου. ἡ ψυχὴ οὖν ἔνυλον ὂν εἶδος ἀδύνατον αὐτὸ καθ᾿ αὑτὸ εἶναι. ὃ γὰρ ὕλης δεῖται πρὸς τὸ εἶναι ταύτης τι ὄν, ἀδύνατον τοῦτο χωρισθὲν αὐτῆς αὐτὸ καθ᾿ αὑτὸ εἶναι. ἡ δὲ ψυχὴ ἔνυλον εἶδός ἐστιν· ψυχὴν οὖν ἀδύνατον αὐτὴν καθ᾿ αὑτὴν εἶναί ποτε. ὃ δ᾿ ἀδύνατόν ἐστι τὸ καθ᾿ αὑτὸ κινεῖσθαι τὴν ψυχὴν ἀδύνατόν ἐστι καθ᾿ αὑτὴν εἶναι· τὴν ψυχὴν ἄρα ἀδύνατόν ἐστι καθ᾿ αὑτὴν κινεῖσθαι. ὃ δὲ μὴ καθ᾿ αὑτὸ κινητόν, οὐχ οἷόν τε εἶναι αὐτοκίνητον. ἡ δὲ ψυχὴ καθ᾿ αὑτὴν οὐ κινεῖται, ἡ ψυχὴ ἄρα οὐκ ἔστιν αὐτοκίνητος.
Διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως μεταβάλλον ἅμα καὶ ἐκ τοῦ ἐναντίου αὐτοῦ μεταβάλλει, εἴ γε μὴ ταὐτόν ἐστιν ἡ στέρησις καὶ τὸ ἐναντίον; τὸ μὲν γὰρ ἐναντίον εἶδός τι, ἡ δὲ στέρησις ἀπουσία τούτου οὗ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ὑποκείμενόν ἐστι ἐπιδεκτικόν. ἆῤ οὖν τὸ τούτου αἴτιον ἡ ὕλη, ἣ τῶν οὐσιῶν τῶν ἐν γενέσει τε καὶ φθορᾷ κοινὴ πασῶν αὐτῶν οὖσα καὶ ὑποκειμένη αὐτοῖς, δυνάμει πάντα ἐστὶ τῷ εἰς ἕκαστον αὐτῶν μεταβάλλειν δύνασθαι (διὰ τοῦτο γὰρ λέγεται δυνάμει πάντα εἶναι), [*](4 τὴν ψυχὴν V¹GFS: δὲ τὴν ψυχὴν V2B: τὴν ψυχὴν ἄρα S2B²a 5 ζῷον add. B2S2a Sp. 7 καὶ add. V2BS² a Sp. 8 ἐστι] ⟨ὅ⟩ ἐστι scripsi: ὅπερ ἐστι BS2 a Sp. δὲ] δὴ V1 (corr. V2) 9 οὖν V1SGa Sp.: ἄρα V2BH 11 ἂν add. Diels: post εἶδος V2BS2a Sp. 13 εἶδος] εἷ in lit. V 14 τοῦτο τὸ F ψυχὴν δὲ GFS ἐστι τὸ κα punctis, |θ᾿ αὑτὸ κινεῖσθαι τὴν ψυχὴν lineola subducta delevisse videtur V²: ἐστι — ψυχὴν om. Ba del, S² post ψυχὴν add. αὐτὸ καθ᾿ αὑτὸ εἶναι, ἀδύνατον καὶ καθ᾿ αὑτὸ κινεῖσθαι V²S2: post ψυχὴν add. αὐτὸ καθ᾿ αὑτὸ εἶναι ἀδύνατον καὶ καθ᾿ αὑτὸ κινεῖσθαι. ἀδύνατον δὲ καθ᾿ αὑτὴν εἶναι τὴν ψυχὴν, τὴν ψυχὴν ἄρα Ba Sp. 10 pr. ἐστι] δὲ v2 εἶναι — καθ᾿ αὑτήν om. Ba (qui corrupti loci sensum certe restituisse videntur) Sp. 16 οὐχ add. S2Ba Sp. post εἶναι add. αὐτοκίνητον S2Ba Sp. 19 ἥ τε] ἐστιν ἡ a Sp. 22 αὐτοῦ V²S²a Sp.: αὐτῇ FS¹: αὐτη sic V1 23 οὗ] οὐ V1 (corr. V2) 24 δεκτικόν coni. Sp. τὸ coni. Sp.: τόδε libri (τόδε τούτου αἴτιονς ἡ ὕλη [ἣ] Schwartz 25 ἣ V2a Sp.: ἠ V¹: ἡ HGS κοινῇ a 27 λέγεται μὲν V2S2Ba Sp. εἶναι addidi: erasum videtur V)