Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
4. A. Καὶ γὰρ εἰ μὴ ἔστι δυνατὸν τοῦτο, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβήσεται, παντὶ δέ, ᾧ τὸ ἀντικείμενον προλεγόμενον ἀληθές ἐστιν, ὑποτεθέντι εἶναι ἀδύνατον ⟨συμβήσεται⟩ τὸ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, οὐδὲν ἂν τῶν ἐφ᾿ ὧν τῆς ἀντιφάσεως εἰς τὸ μέλλον θάτερον μέρος ἀφωρισμένως ἀληθές ἐστιν, εἴη ἐνδεχόμενως. ἐπὶ πάντων δέ φασι θάτερον μέρος τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι.
B. Φασὶ γάρ.
Οὐδὲν οὖν ἐστιν ἐνδεχόμενον· οὔτε γάρ, καθ᾿ ὧν ἀληθὲς τὸ ἔσται, ἐνδεχόμενον, ὅτι μὴ οἷόν τε αὐτὰ μὴ γενέσθαι, οὔτε ἐφ᾿ ὧν ψεῦδος τὸ οὐκ ἔσται, ἔσται ὅτι μὴ οἷόν τέ τι τούτων γενέσθαι. εἰ γάρ τις ἐφ᾿ οὗ ψεῦδος ἓν τῶν λεγομένων ⟨ἢ τὸ γενέσθαι ἢ⟩ τὸ μὴ γενέσθαι, λέγοι τὸ ἕτερον τούτων ἐνδεχόμενον, ἢ τὸ γενέσθαι ἢ τὸ μὴ γενέσθαι, ἕποιτο ἂν τούτῳ ἀμφότερα λέγειν ἐνδεχόμενα. τό τε γὰρ ἐνδεχόμενον γενέσθαι ἀληθὲς τῷ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, καὶ ὃ ἐνδέχεται μὴ γενέσθαι, τοιοῦτον τῷ ἐνδέχεσθαι γενέσθαι. οὕτω δὲ ἔσται ἐφ᾿ οὗ τὸ γενέσθαι ἐνδεχόμενον, [*](1 fortasse γίνεται, ⟨ἐξ ἀνάγκης γίνεται⟩, οὐδὲν γινομενων V 1. 2 γίνεται V: δύναται BSGFLRa Sp. 2 τι ἔστιν B2 Sp.: τε ἔστιν libri 3 οὐδὲν ἄρα Sp. ἠ V1 (corr. m2) 6 λέγειν a Sp. 7 γενέσθαι δυνατὸν, τὸ L 8 τὸ om. a Sp. γενέσθαι] γε in lit. V 9 τὸ τὸ coni. Sp. 10 ὁ corr. ex οὐ V2 11 ἑαυτῶν a 12 ἐπ᾿ VRB: ὑπ᾿ FSLGa: fortasse περὶ 13 μὴ ἔστι VB1: μὴ ἔσται R: ἔστι B²GFSa Sp.: fortasse μέν ἐστι cf. l. c. p. 627 sq. οὐ a 15 ⟨συμβήσεται⟩ τὸ scripsi: τὸ V1FSLa Sp.: τῷ V2 Vict. BR ἀδύνατον—εἶναι om. G 16 ἂν τῶν scripsi: αὐτῶν libri 17 ἀληθὲς τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθές S2a (τῆς—ἀληθες punctis notat Vict. εἴη ἐνδεχομένως scripsi: εἰ ἐνδεχομένων V¹: ἢ ἐνδεχόμενον V²B: ἐνδεχόμενον G Vict. Sp.: εἰς δεχόμενον F: εἰς δεχομένων LS¹: ᾗ δεχομένων S2a: ἐστιν— ἀληθές (18) om. R 20 οὖν S2GLa Sp.: ὅ VFBS¹: om. R 20 οὔτε—ἐνδεχόμενον (21) om. R τὸ ἔσται VB: τὸ ἔσται τὸ GF: ἔσται τὸ LSa: τὸ ἔσται ἔσται Sp. 21 fortasse ταῦτα 22 οὐκ delevi ἔσται delevi cf. l. c. p. 628 sq. 23 ψεῦδος B²G Sp.: ψεύδους VFSB¹RLa ἓν scripsi: μὲν libri ἢ τὸ γενέσθαι ἢ addidi λέγοι τὸ BFR Sp.: λέγοιτο VLa 24 τούτων ἐν | των a 25 τούτῳ B2GF Vict. Sp.: τοῦτο VRB¹LSa ἐνδεχόμενον a 27 γε τῷ L ἐνδέχεσθαι GF Sp.: ἐνδέχεται VRBSLa)
Εἰ αὔξεται τὸ ὑποκείμενον τῷ αὔξεσθαι λεγομένῳ (ὑπομένει δὲ καὶ ἡ ὕλη, οὐ μόνον τὸ εἶδος· οὐ γὰρ δὴ πᾶσα ἀλλάσσεται), διὰ τί κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην ἡ αὔξησις; οὐ γὰρ πᾶσα ἡ ὕλη ἡ ἐν τοῖς αὐξομένοις ἀλλάσσεται, ἀλλὰ μένοντός τινος ἐξ αὐτῆς ἄλλη προσγίνεται· οὐδὲ γὰρ ἂν ἐσώζετο τὴν ἀρχήν, οὐδ᾿ ἂν τὸ εἶδος ἔμενεν τῆς προϋπαρχούσης ὕλης. οὐ γὰρ ἐν τῷ τοσῇ δέ τινι εἶναι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ. ὥσπερ οὐδὲ τῇ σαρκί. ἢ δύο ὄντων περὶ τὸ αὐξόμενον ποιοῦ τε καὶ ποσοῦ (τόδε γὰρ τὸ αὐξόμενον, τὸ δὲ τόδε συναμφότερος οὐσία), καὶ τοῦ μὲν ποσοῦ ὡς ὕλης ὑποκειμένου, τοῦ δὲ εἴδους τὴν τοῦ ποιοῦ χώραν ἔχοντος, τὸ μὲν πο|σὸν οὐ μένει ταὐτόν, τὸ δὲ ποιὸν τὸ ὡς εἶδος τοῦ αὐξομένου μένει. ἐπεὶ τοίνυν τὸ ποιόν, ὃ καὶ εἶδός ἐστι, μένει, τὸ δὲ ποσὸν οὐ μένει, καὶ αἴτιον τοῦ μὴ μένειν αὐτὸ ταὐτὸν ἡ τῆς ὕλης ῥύσις, διὰ τοῦτο κατὰ μὲν τὴν ὕλην οὐκ αὔξεται τὰ αὐξόμενα, κατὰ δὲ τὸ εἶδος. τοῦτο γὰρ ταὐτὸν μένον. τοῦ γὰρ καθ᾿ αὑτὸ ὑφεστῶτος ἡ αὔξησις κατὰ τὸ μένον ἐν αὐτῷ γίνεται, καθ᾿ αὑτὸ δὲ ὑφεστῶτος τὸ συναμφότερον, ὃ κατὰ τὸ εἶδος μένει. ἡ γὰρ ὕλη τὸ ῥέον, ἐπεί, εἰ καὶ ὑπομένει τις ὕλη ἐν τῷ αὐξομένῳ, ἀλλ᾿ οὐκ ἔστι ταύτης κατηγορῆσαι τὸ ηὐξῆσθαι, τῷ κατ’ αὐτὴν ἑκάστοτε, εἰ καὶ ὑπέμεινεν, ἀλλὰ μετὰ ταῦτα ῥεῖν τε καὶ ἀλλάσσεσθαι. οὐ γὰρ ἔστιν ἐν τῷ ηὐξημένῳ λαβεῖν τινα ὕλην, ἥτις διὰ παντὸς ἡ αὐτὴ μένουσα ἐν αὐτῷ κατ’ ἀριθμὸν προσθήκην ἔσχεν τινὰ κατὰ ποσόν. ἣν γὰρ ἂν λάβης, καὶ αὕτη ῥεῖ καὶ μεταβάλλεται, καὶ οὐδὲν αὐτῆς ταὐτὸ κατ’ ἀριθμὸν μένει· τὸ δὲ εἶδος ταὐτὸ μένει, ἔστ’ ἂν σώζηται τὸ πρᾶγμα.
[*](3 τὸ ἕτερον GFS¹L: τό ἐφ᾿ ὃν VRB¹: τὸ μὲν ἓν B2B²a Sp. 4 τε om. FSa Sp.: del. B: τὸ R. 6 λέγουσι γίνεσθαι a Sp. 7 pr τήν] τή in lit. V alt. τὴν om. a 13 γὰρ] ρ in lit. V 16 τοσήδε V 17 σαρκί VFB: σαρκὶ ἐν (ἐν om. FL) τῷ τοσῇδε εἶναι τὸ σαρκὶ εἶναι GS1 (in mg.) La Sp. 18 τοδε V τὸ δὲ τόδε a Sp.: τὸ τοδε V: τὸ τόδε B1GFL: τὸ τό δὲ S¹: τὸ δὲ δὲ S² συναμφότερος VS2a Sp.: συναμφότερον S¹GFL 23 γὰρ τὸ ταὐτὸν a Sp. 24 κατὰ τὸ VB coni. Sp.: κατὰ ταὐτὸ GSLa: καταυτό F 25 ὑφεστῶτος VB¹S¹a: ὑφεστός Vict. Sp.: ὑφεστώς GFLB2S2 26 εἰ καὶ Vict. Sp.: καὶ VGFSLa 27 τὸ] τῶ B1 τῷ κατ’ αὐτὴν (καθ’αὑ τὴν G, κατὰ τὴν Sa) ἑκάστοτε εἰ καὶ VGFBSLa: τῷ ἑκάστοτε καὶ ταύτην εἰ καὶ Vict. Sp. 29 ταὐτῷ coni. Sp. 30 ἣν VB: τινα ἣν GFSa Sp.: τινα ἢν L 31 αὐτὴ F)Εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ ἐστὶν κατὰ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν, ὡς πῦρ μὲν κατὰ τὸ θερμὸν | μᾶλλον ἢ ξηρόν, ἀὴρ δὲ κατὰ τὸ ὑγρὸν μᾶλλον ἢ θερμόν, γῆ δὲ κατὰ τὸ ξηρὸν μᾶλλον ἢ ψυχρόν, τί δήποτε κατὰ μὲν τὸ ὑγρὸν μεταβάλλον οὐκ ἔστιν ὕδωρ (οὐ γὰρ ὕδωρ ὁ κρύσταλλος), κατὰ δὲ τὸ ψυχρὸν μεταβάλλον ὕδωρ ἔτι μένει; ὕδωρ γάρ ἐστι καὶ θερμὸν γενόμενον. καίτοι οὐ τὸ πῦρ μεταβάλλον κατὰ τὸ θερμὸν πῦρ ἔτι, οὔθ’ ὁ ἀὴρ εἰ κατὰ τὸ ὑγρὸν μεταβάλλοι, ἀλλ᾿ οὐδὲ γῆ μένει ἡ κατὰ τὸ ξηρὸν μεταβάλλουσα. ἐπιζητήσαι δ᾿ ἄν τις καὶ τοῦτο ἐπ’ αὐτοῦ, τί δήποτε, εἰ κατὰ τὸ ψυχρὸν αὐτῷ τὸ εἶναι, ἡ κατὰ τὸ ψυχρὸν ἐπίτασις φθείρει αὐτό, εἴ γε πήγνυται μὲν διὰ τὴν ὑπερβάλλουσαν ψυχρότητα, παγὲν δὲ οὐκέτι ἐστὶν ὕδωρ ἐνεργείᾳ. οὐδὲ γὰρ ἡ κατὰ τὸ θερμὸν ἐπίτασις πυρὸς φθαρτική, οὔτε ἡ κατὰ τὸ ὑγρὸν ἀέρος, οὔτε γῆς ἡ κατὰ τὸ ξηρόν, οὔθ᾿ ὅλως ἄλλου τινὸς ἡ κατὰ τὸ οἰκεῖον εἶδος ἐπίτασις φθορᾶς αἰτία. ἢ ἐπεὶ ἡ κατὰ τὸ ψυχρὸν εἰς τὸ θερμὸν μεταβολὴ τοῦ ὕδατος ἀέρος ἐστὶ γεννητική (οὐδὲν γὰρ σἷόν τε ἄλλο σῶμα ἐξ ὕδατος κατὰ μόνην τὴν ἐκ τοῦ ψυχροῦ γενέσθαι μεταβολήν), οὐκ ἔστι δὲ ἀὴρ θερμὸς μόνον, ἀλλὰ καὶ ὑγρός, καὶ τό γε εἶναι αὐτῷ ἀέρι κατὰ τὴν ὑγρότητα μᾶλλον, ἔστι δ᾿ οὐχ ὅμοιον τὸ ὑγρὸν ἔν τε ὕδατι καὶ ἀέρι (τὸ μὲν γὰρ ὕδωρ παχύτερον. διὸ καὶ ἀναπληστικόν, ἡ δὲ τοῦ ἀέρος ὑγρότης λεπτή), οὐ μόνον δεῖ τῆς | κατὰ τὸ ψυχρὸν τῷ ὕδατι μεταβολῆς, ἀλλὰ καὶ τῆς κατὰ τὸ ὑγρόν. καὶ μάλιστα ἐπεὶ ἡ τοιάδε ὑγρότης εἰδοποιὸς τοῦ ἀέρος, εἰς ὃν ἡ κατὰ τὸ ψυχρὸν τοῦ ὕδατος μεταβολή, ἡ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὕδατι μεταβολὴ ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ἐν τούτῳ ξηροῦ γίνεται λεπτύνοντος αὐτὸ καὶ τὴν ἐν αὐτῷ παχύτητα μεταβάλλοντος, ἥτις μεταβολὴ δεῖται χρόνου, διὰ τοῦτο, μέχρις ἂν ἡ ἐν τῷ ὕδατι γενομένη θερμότης τὴν ὑγρότητα εἰς τοσοῦτον μεταβάλλῃ, ὡς εἶδος ἀέρος γενέσθαι, ὕδωρ ἔτι μένει ὄν, οὐ τοιοῦτο μὲν ὁποῖον τὸ εἱλικρινὲς ὕδωρ, ἀλλὰ λεπτότερον. λεπτότερον γὰρ τὸ αὐτὸ ὕδωρ θερμανθὲν ἢ πρὸ τοῦ, καὶ τὰ ἀποψυχθέντα δὲ πάλιν ὕδατα λεπτότερα τῶν τὴν ἀρχὴν μὴ τεθερμασμένων. ὁδὸς γὰρ τῷ ὕδατι τῆς εἰς ἀέρα μεταβολῆς ἡ θερμότης, καὶ οὐχ ὅμοιον τὸ ὕδωρ θερμανθέν τε καὶ πρὸ τοῦ. ὡς δ᾿ ἡ θερμότης τὴν ὑγρότητα λεπτύνει, οὕτως πάλιν ἡ ψυχρότης παχύνει τε καὶ συνίστησιν. καὶ ἐπεὶ ἡ τοιαύτη τοῦ ὑγροῦ σύστασις ὑπὸ τοῦ ψυχροῦ ἐν χρόνῳ καὶ αὐτὴ γίνεται, διὰ τοῦτο οὐδὲ ὁ ἀὴρ ψυχθεὶς ὕδωρ εὐθύς, [*](1 ὕδωρ semel a Sp. ἢ κατὰ Vict.: οὐ κατὰ VFSLa: οὐ Ga 7 οὐκ ἔστιν ὕδωρ om. a 10 μεταβάλλοι corr. ex μεταβάλλει F: μεταβάλλει L et coni. Sp. 11 ἐπιζητῆσαι V 16 ἢ add B2S²a 17 γενητιχή a Sp. 19. 20 τό γε V2 Vict. Sp.: τό τε V1FSLa 21. 22 ἂν ἁπληστικόν a 22 δεῖ] δ᾿ εἰ V¹ (corr. V2) 33 ἢ a 36 καὶ αὐτὴ Vict. Sp.: καὶ αυτη V: καὶ αὕτη B: ἡ τοιαύτη GFSLa)