De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
ὑποκείμενον γάρ τι καὶ ἐν ὑποκειμένῳ ἐστὶν ἡ φύσις ἀεί. λέγει δὲ καὶ ἀρχόμενος τοῦ δευτέρου Περὶ ψυχῆς·
οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου τὸ σῶμα᾿, καθ᾿ ὑποκειμένου μὲν λέγων τὸ ἐν ὑποκειμένῳ.
λέγων δὲ τὸ μὲν σῶμα μὴ εἶναι τοιοῦτον, τὴν δὲ ψυχήν, ἢ δύναται καθ᾿ ὑποκειμένου οὐ τὸ ἐν ὑποκειμένῳ λέγειν νῦν, ἀλλ᾿ ὃ δεῖται πρὸς τὸ εἶναι ὑποκειμένου τινός.
οὕτως δὲ ἔχει καὶ τὸ εἶδος τὸ ἐν τῇ ὕλῃ.
ὅτι δὲ τὸ εἶδος οὕτως, ἐντεῦθεν ἄν τις ἐπιδείξαι.
εἰ τὸ εἶδος σῶμα, ἤτοι χωρὶς εἴδους ἔσται αὐτό, ἢ εἶδος ἕξει τὸ σῶμα τοῦτο.
εἰ μὲν οὖν χωρὶς εἴδους, ὕλη ἔσται τὸ εἶδος.
εἰ δὲ εἶδος ἕξει τὸ εἶδος, ἐκεῖνο ἤτοι καὶ αὐτὸ σῶμα ἔσται, καὶ ὁ αὐτὸς πάλιν ἐπ᾿ ἐκείνου λόγος, ἤ, εἰ ἀσώματον, ἔσται καὶ τὸ πρῶτον εἰλημμένον εἶδος ἀσώματον.
ἔτι, εἰ τὸ εἶδος ἐκεῖνο, ὃ ἦν σῶμα, εἶδος ἕξει, τὸ εἶδος ἐκεῖνο, καθ᾿ ὃ τὸ σωματικὸν εἶδος ψυχή, ἢ ἀσώματον ἢ σῶμα ἔσται.