De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
τοῦτο γὰρ φανερὸν γενόμενον πρὸ ἔργου γενήσεται καὶ πρὸς τὰ ἄλλα τὰ ζητούμενα περὶ αὐτῆς.
τὸ μὲν οὖν πᾶσιν τοῖς οὖσιν ἐπιτάσσειν αὐτὴν καὶ πάντα λέγειν εἶναι τὰ ὄντα καθ’ εἱμαρμένην, ὁμοίως ἀίδιά τε καὶ μή, οὔτε εὔλογον ἄλλως οὐθ’ ὑπὸ τῶν ὑμνούντων μάλιστα τὴν εἱμαρμένην ὡς αἰτίαν τῶν γιγνομένων ἁπάντων ὁμολογούμενον.
οὔτε γὰρ τὰ ἀίδια καθ’ εἱμαρμένην εἶναι τοιαύτην λέγειν εὔλογον·
γελοῖον γὰρ τὸ τὴν διάμετρον ἀσύμμετρον τῇ πλευρᾷ λέγειν εἶναι καθ’ εἱμαρμένην, ἢ τὸ τρίγωνον διὰ τοῦτο δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς ἐντὸς γωνίας, καὶ καθόλου τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα οὐδαμῶς εὔλογον καθ’ εἱμαρμένην οὕτως ἔχειν λέγειν.
ἀλλ’ οὐδὲ τὰ γιγνόμενα πάντα·
ὅσα γὰρ καὶ τούτων εὔτακτόν τε καὶ ὡρισμένην ἔχει τὴν γένεσίν τε καὶ κίνησιν, ἔξω πίπτει καὶ ταῦτα τῆς εἱμαρμένης.
οὐ γὰρ καθ’ εἱμαρμένην ὁ ἥλιος ἐν χειμεριναῖς ἢ θεριναῖς τροπαῖς γίγνεται, οὐδὲ ἕκαστον τῶν ἄστρων εἱμαρμένην αἰτίαν ἔχει τῆς οἰκείας φορᾶς, ἀλλ’ ἔστιν ὥσπερ κατὰ τὸ εἶναι καὶ τὴν οὐσίαν ἐλεύθερα τῆς τοιαύτης αἰτίας, οὕτως δὲ καὶ κατὰ τὰς οἰκείας ἐνεργείας.
διὸ τῶν μὲν ἀιδίων ἢ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ γιγνομένων οὐθενὸς αἴτιον ἡ εἱμαρμένη, δοκεῖ δὲ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς εἱμαρμένης ἔργον εἶναι.
ἐν γὰρ τοῖς ἐπιτηδείοις ὅσον ἐπὶ τῇ φυσικῇ παρασκευῇ πρὸς τὰ ἀντικείμενα τῆς εἱμαρμένης ἰσχὺς εἶναι δοκεῖ, ἐν θατέρῳ τῶν ἀντικειμένων κατέχουσα αὐτὰ καὶ φυλάττουσα κατά τινα τάξεως ἀκολουθίαν.
ἃ γὰρ οὐκ ἂν οὕτως ἔχοι ἄνευ τῆς εἱμαρμένης, ταῦτα παρὰ τῆς εἱμαρμένης ἐν τῇδε τῇ τάξει φυλάττεσθαι δοκεῖ· τοιαῦτα δέ ἐστιν οὐκ ἄλλα τινὰ τῶν ὄντων ἢ τὰ ἐν γενέσει καὶ φθορᾶ· ὥστε ἐνταῦθά που καὶ τὸ τῆς εἱμαρμένης.
ἐπεὶ δὲ καὶ τούτων τὰ μὲν κατὰ τέχνην τε καὶ λόγον τεχνικόν τινα, τὰ δὲ κατὰ προαίρεσιν, τὰ δὲ κατὰ φύσιν γίγνεται, σκεπτέον ἐν τίσιν τούτων τὸ τῆς εἱμαρμένης, εἰ μὴ οἷόν τε ἐν πᾶσιν.
τὰ μὲν οὖν κατὰ τέχνην γιγνόμενα καθ’ εἱμαρμένην εἶναί τε καὶ γίγνεσθαι λέγειν οὐδαμῶς ταῖς περὶ τῆς εἱμαρμένης δόξαις συνῳδόν·