De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
καὶ γὰρ τούτῳ ἡ φυσικὴ τῆς τροφῆς ὄρεξις τῆς σωτηρίας αἰτία, οὐκ ἐλθόντι τοῦ σωθῆναι χάριν.
τὸ δὲ λέγειν τὴν τύχην αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι φύσιν τινὰ τύχης τιθεμένων, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων πρὸς τὰ αἴτια ποιᾷ σχέσει τὴν τύχην εἶναι λεγόντων, ἔσται τε οὕτως τὸ αὐτὸ τῷ μὲν ἀπὸ τύχης, τῷ δ’ οὔ, ὅταν ὁ μὲν αὐτοῦ γινώσκῃ τὴν αἰτίαν, ὁ δὲ ἀγνοῇ.
προσέτι τε ἐπεὶ πλείω τοῦ αὐτοῦ αἴτια, εἴ γε τετραχῶς, ὧν τὰ μὲν ἐνδέχεταί τινας εἰδέναι, τὰ δὲ μή.
τὸ αὐτό τι ἅμα τῷ αὐτῷ καὶ ἀπὸ τύχης καὶ οὐχὶ ἀπὸ τύχης ἔσται, ἂν τὰ μέν τινα τῶν αἰτίων αὐτοῦ γνωρίζῃ, τὰ δὲ ἀγνοῇ· οὐ γὰρ διώρισται παρὰ τὴν ποτέρου τῶν αἰτίων ἄγνοιαν ἡ τύχη.
εἰ γὰρ λέγοιεν μὴ τήν τισιν ἀνθρώποις αἰτίαν ἄδηλον εἶναι τὴν τύχην, ἀλλὰ τὴν καθόλου πᾶσιν ἀνθρώποις, οὐδ’ ὅλως εἶναί τι συγχωροῖεν ἂν τὴν τύχην, διδόντες τε εἶναι μαντικὴν καὶ τῶν ἀδήλων δοκούντων εἶναι τοῖς ἄλλοις γνωστικὴν αὐτὴν τιθέμενοι.
εἰ γὰρ τοῦτο διορίζειν βουλόμενοι λέγοιεν τὴν ἄδηλον τοῖς ἀνεπιστήμοσιν αἰτίαν τύχην, ἔσται κατὰ τοῦτον τὸν λόγον καὶ τὰ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας γινόμενα τοῖς ἀνεπιστήμοσίν τε καὶ ἀτέχνοις ἀπὸ τύχης.
οὔτε γὰρ ὁ μὴ τέκτων οἶδεν τῶν τεκτονικῶν τὴν αἰτίαν, οὐθ’ μὴ μουσικὸς τῶν μουσικῶν, οὔτε ἄλλος τις ἄτεχνος τὰ τῆς τέχνης·
ἐν γὰρ τῷ τὰς αἰτίας εἰδέναι τῶν γιγνομένων κατὰ τέχνην ἡ τέχνη.
Περὶ τῆς εἱμαρμένης ἄξιον ἐπισκέψασθαι, τί τέ ἐστι καὶ ἐν τίνι τῶν ὄντων.
τὸ μὲν γὰρ εἶναί τι τὴν εἱμαρμένην, ἱκανῶς ἡ κοινὴ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (ἡ γὰρ φύσις οὐ κενὸν οὐδὲ ἄστοχον·
ὁ γὰρ Ἀναξαγόρας οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ δόξῃ·
λέγει γὰρ οὗτός γε.