De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔστι δὲ τὸ ἐφ’ ἡμῖν ἐν τούτοις, περὶ ἃ καὶ τὸ βουλεύεσθαι.

βουλευόμεθα δὲ οὔτε περὶ τῶν γεγονότων οὔτε περὶ τῶν ὄντων ἤδη, ἀλλὰ περὶ τῶν μελλόντων καὶ ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι, καὶ ὧν αἰτία διάνοια.

ταῦτα γὰρ οἷά τε ὑφ’ ἡμῶν πραχθῆναί τε καὶ μή.

ἐν τούτοις ἄρα καὶ τὸ ἐφ’ ἡμῖν, καὶ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ πραττομένων ὁ ἄνθρωπος, τοῦτο παρὰ τῆς φύσεως ἐξαίρετον ἔχων παρὰ τὰ ἄλλα πάντα τὰ γιγνόμενα πρὸς αὐτῆς, ὅτι καὶ μόνον λογικόν ἐστι φύσει καὶ βουλευτικόν.