De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ γὰρ καὶ κατὰ τὰς τέχνας καὶ ταῖς κατ᾿ αὐτὰς ἀρεταῖς εὖ πράττομεν τὰ κατὰ ταύτας, ἀλλ᾿ ὅμως δεόμεθα πρὸς τὰ κατὰ τὰς τέχνας τέλη καὶ ἄλλων τινῶν, ἅ ἐστιν ἕτερα παρὰ τὰς τέχνας.

καὶ ἡ ἀρετὴ δὴ ὡς τέχνη ποιητικὴ τῆς εὐδαιμονίας ἔσται, οὐ μὴν διὰ τοῦτο ἄνευ τῆς ὕλης καὶ τῶν οἰκείων ὀργάνων.

ἔτι εἰ μὲν οὕτως λέγοιτο ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν, ὡς καὶ τῶν τεχνῶν ἑκάστη πρὸς τὸ οἰκεῖον ἔργον, ὅτι οὐκ ἄλλης τινὸς τέχνης προσδέονται πρὸς τὸ τὸ κατ᾿ αὐτὰς ποιεῖν ὑγιές (οὐδὲ γὰρ ἡ ἀρετὴ ἄλλης τινὸς δυνάμεως καὶ τέχνης προσδεῖται πρὸς τὸ σὺν ἐκείνῃ τὴν εὐδαιμονίαν ποιεῖν·

προσδεήσεται μέντοι κατὰ τοῦτο ὁμοίως ταῖς τέχναις καὶ ἄλλων [*](1 τέλος ἡ a: τέλος V 2 ἡ ἀρετὴ m1 in mg. V ὑγεία ὑγιείας V: ὑγεία ὑγείας a 5 αὐτοῦ a 9 αὑτῷ Sylburg: αὐτῷ Va ἐκλέγοιτο] ιτ in lit. V 11 παρῆλθεν] cf. p. 163,33 ἡ φύσις τῆ ἐκλογῆς ἕνεκεν τὴν ἀρετὴν παραλαμβάνει ἄρα] accent. et spir. ia lit. V 23 τῇ addidi ἀρετῇ scripsi: ἀρετὴ Va 24 οὐ V Sylburg: οὗ a 36 (et 38) τινὸς sic V)

167
τινῶν πρὸς τὸ τὸ ἴδιον ἔργον ἀποδιδόναι), εἰ δέ τις λέγοι τὰς ἀρετὰς οὕτως αὐτάρκεις πρὸς εὐδαιμονίαν, ὅτι μηδέ τινος ὅλως ἔξωθεν προσδέονται, οὐχ ὑγιῶς ἐρεῖ.

πολλῶν γὰρ ἔξωθεν, ὥσπερ αἱ τέχναι, οὕτως δὲ καὶ ἡ ἀρετὴ δεῖται, ὡς ἐδείχθη, πρὸς τὸ περιποιῆσαι τὸ τέλος.

τὸ δὲ φάναι ὥσπερ τὴν αὐλητικὴν παντὶ τῷ δοθέντι μέλει ὀρθῶς δύνασθαι χρῆσθαι, οὕτως καὶ τὴν ἀρετὴν παντὶ πράγματι, ὑγιὲς μέν ἐστιν, προσδιασταλτέον δέ, ὡς οὔτε ἡ αὐλητικὴ ἄνευ τῶν οἰκείων ὀργάνων δυνατὴ ποιῆσαι τοῦτο, οὐθ᾿ ἡ ἀρετή, ἀλλὰ μόνης μὲν αὐτῆς τὸ ἔργον ἐστὶ τοῦτο, οὐ μὴν χωρίς γε τῶν εἰς αὐτὸ συνεργῶν.