De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
ἔστι δὲ τοιαῦτα πολλὰ καὶ προσαγορεύειν εἰώθαμεν ἀπ᾿ αὐτοῦ τοῦ πάθους ἄγραφα νόμιμα, κοινὰ πᾶσιν ἀνθρώποις ὄντα, τοῖς γε μὴ πεπηρωὁρμάμένοις.
[*](2 ὁρμά τι a 3 φαμεν V: μὲν a 10 ζῴων m2, ζωιον m1 V: ζώων a 14 τι τῶν m2, τῶν m1 V: τι τῶν a νοημάτων ἢ scripsi: ἢ Va 16 τι τὶ m1 V μόνον: μόνῳ a: fortasse μὲν 18 λέγειν] λ in lit. V: λέγειν θέσει a 19 μαρτυρεῖτ᾿ a γὰρ supra lin. V 23 αὐτοῖς] αἰ τοῖς a 25 argumentatio postulare videtur ὑπαρχόντων ἡμῖν ⟨φύσει⟩ cf. v. 29 τῷ καὶ τὰς ἐνεργείας ὑπάρχειν ἡμῖν φύσει 30 κοινωνικοὶ] post ων una lit. erasa V 35 γράμμασιν om. a 36 fortasse πολλά ⟨ἃ⟩·)τό τε γὰρ αἰδεῖσθαι τοὺς πρεσβυτέρους καὶ τὸ σέβειν τὸ θεῖον καὶ τὸ τιμᾶν τοὺς γονέας καὶ τοὺς βελτίονας, ἄγραφα καὶ κοινὰ δίκαια παρὰ πᾶσιν ἀνθρώποις φύσει τηρούμενα.
οὐ γὰρ περὶ τούτων οὔτε συντίθενται πρὸς ἀλλήλους οὔτε γράφουσιν, ἀλλ᾿ ὡς ὁμολογουμένων καὶ κεκυρωμένων ὑπὸ τῆς φύσεως οὕτως ἔχειν, περὶ τοῦ τρόπου τῆς τιμῆς νομοθετοῦσιν, οἱ μὲν οὕτως, οἱ δὲ οὕτως, καὶ οἱ μὲν διὰ τοιῶνδε, οἱ δὲ διὰ τοιῶνδε ταῦτα ποιήσειν ἡγούμενοι, ἐν οἷς ἂν ἕκαστος προειθισμένος, περὶ ἃ λοιπὸν τὸ κατὰ συνθήκην δίκαιον ἰσχὺν ἔχει.
ὧδε μὲν γὰρ ἢ ὧδε σέβειν τὸ θεῖον ἢ τιμᾶν τοὺς γονεῖς τὸ κατὰ συνθήκην δίκαιόν τε καὶ νόμιμον λέγει.
διὸ καὶ ἄλλοτε ἄλλως παῤ ἄλλοις τούτων ἕκαστον.
ἀεὶ δὲ καὶ παρὰ πᾶσίν ἐστι τὸ τιμᾶν τε καὶ σέβειν τὸ θεῖον ἐν τῇ τῶν ἀνθρώπων ἐνιδρυμένον φύσει.
διὸ καὶ οὐχ ὁτὲ μέν, ὁτὲ δ᾿ οὔ, οὐδὲ παῤ οἷς μέν, πὰῤ οἷς δ᾿ οὔ.
καθόλου δὲ ταῦτά τις λέγων εἶναι φύσει δίκαια οὐκ ἂν ἁμαρτάνοι τῆς ἀληθείας, ὧν χωρὶς ἀδύνατον εἶναι κοινωνίαν.
οὐ γὰρ δὴ τὸ μὲν τῆς κοινωνίας φύσει, οὐ φύσει δὲ τὸ δι᾿ ὧν ἡ κοινωνία σώζεται, ἀλλ᾿ ἔστιν ἀνάγκη, φυσικῆς οὔσης τῆς κοινωνίας, εἶναι φύσει καὶ τὰ δίκαια, δι᾿ ὧν ἐστιν ἡ κοινωνία.
ὅτι γὰρ τὸ δίκαιον συνέχει τὴν κοινωνίαν δῆλόν ἐστιν ἐπὶ τῶν ἀδικωτάτων εἶναι δοκούντων.