De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

κατὰ λόγον οὖν λήψομεν ἐγγὺς τοῦ πυρὸς τήν τε φύσιν καὶ τὴν θέσιν, ὃ μάλιστα καὶ τάχιστα ἀναπίμπλαται φωτός (καὶ τοῦτ᾿ ἔστιν τὸ μάλιστα διαφανές), τὸ δὲ πορρωτάτω ἥκιστα, τῶν δὲ ἄλλων ἄλλο ἄλλου μᾶλλον, ὡς ἂν ἔχωσιν ἀποστάσεως πρὸς τὸ πῦρ καὶ πᾶν τὸ φωτίζειν πεφυκός.

ἐγγυτάτω μὲν οὖν ἐστιν τοῦ πυρός τε καὶ τοῦ φωτίζειν πεφυκότος σῶμα τῶν ἐν γενέσει τὸ ὑπὸ σελήνην, ὃ καὶ ὑπέκκαυμα καλοῦμεν, μετὰ δὲ τοῦτο ἀήρ, καὶ τρίτον τὸ ὕδωρ, πορρωτάτω δὲ ἡ γῆ.

διὸ κἀκεῖνα μὲν τοῦ μάλιστα ὁρατοῦ, λέγω δὲ τοῦ φωτός ἐστι δεκτικὰ μάλιστα, ὄντα διαφανῆ, ἡ δὲ γῆ οὐχ ὁμοίως.

ἐναντία γὰρ αὕτη τῷ τε φωτίζειν καὶ τῷ μάλιστα φωτίζεσθαι δυναμένῳ, ὅπερ φαμὲν ὕλην·