De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
γίνεται δὲ ὁ κῶνος οὗτος οὐ κατὰ ἀκτίνων ἔκχυσιν, ἀλλ᾿ ἀπὸ τοῦ ὁρωμένου.
τῆς γὰρ χρόας κινητικῆς οὔσης τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ τῆς ἐν τούτῳ γινομένης ὥσπερ χρώσεως ἐπ᾿ εὐθείας γινομένης παραπλησίως τῷ φωτὶ παντί τε τῷ καταντικρὺ προσκαθημένης, μάλιστα δὲ τοῖς λείοις καὶ λαμπροῖς προσιζούσης τε καὶ προσλαμπούσης (τοιαύτη δὲ καὶ ἡ κόρη), συνίστανταί τινες πρὸς ταύτῃ κῶνοι ἀπὸ τοῦ ὁρωμένου, οἷοι τὴν ἔμφασιν δέχεσθαι τὴν ἀπ᾿ αὐτοῦ.
κατὰ γὰρ κῶνον ἑκάστου τῶν ἐπ᾿ εὐθείας ὁρωμένων τὸ εἶδος τοῦ ὁρατοῦ ἐμφαίνεται.
ὧν κώνων ταῖς γωνίαις τὰ μείζω καὶ τὰ ἐλάττω καὶ τὰ ἴσα κρίνει·