De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει.
τὰ μὲν γὰρ μόρια τοῦ ὅλου, ἔστ᾿ ἂν ἐν τῷ ὅλῳ ᾖ, πέρασιν οἰκείοις μὴ περιγεγραμμένα εἰκότως οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, τῶν δὲ μεμιγμένων ἑκάτερον ὁμοίως τῷ ὅλῳ τῷ ἐξ ἀμφοτέρων ὑπὸ πέρασιν περιγέγραπται, εἴ γε δι᾿ ὅλων κεχωρήκασιν ἀλλήλων.
ἑκάτερον γὰρ αὐτῶν τὸν πάντα καθέξει τόπον, ὃν καὶ θάτερον κατεῖχεν πρὸ τῆς μίξεως καὶ μετὰ τὴν μῖξιν τὸ συναμφότερον.
καὶ γὰρ τὸ μεμιγμένον, τῷ ἑτέρῳ ἴσον αὐτῷ γινόμενον, ἀνάγκη τὸν αὐτὸν καὶ ἴσον ἐκείνῳ κατέχειν τόπον.
ἔσται ἄρα ἐν τῷ αὐτῷ τόπῳ πλείω σώματα, καὶ ἕκαστον αὐτῶν τὸν ὅλον καθέξει τόπον.
εἰ δέ, ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε, ἐξ ὧν τὸ συναμφότερον, ἴσα ἀλλήλοις ἔσται, καὶ τὸ συναμφότερον ἑκατέρῳ αὐτῶν·
καὶ ὁ κύαθος ἄρα τοῦ οἴνου εἰς πέλαγος ἐκχυθεὶς ἴσος ἔσται τῷ πελάγει, καὶ τὸ πέλαγος μετὰ τοῦ κυάθου τῷ κυάθῳ μόνῳ.
τὸ γὰρ λέγειν, ὅτι τῇ δυνάμει οὐκ ἴσον, οὐδὲν πρὸς τὸν λόγον.