[*](p. 51a 1)Τῶν δ’ ἐν τῷ τελευταίῳ σχήματι εἷς μόνος οὐκ ἀνάγεται.
Δείξας τοὺς ἐν τῷ πρώτῳ τοὺς τὸ ἐπὶ μέρους συνάγοντας δύο συλλογισμοὺς ἀναγομένους εἰς τὸ τρίτον σχῆμα λέγει πάλιν περὶ τῶν ἐν τῷ τρίτῳ σχήματι, καὶ τοὺς μὲν πέντε τῶν ἐν τούτῳ τῷ σχήματι φησί τε καὶ δείκνυσιν εἰς τὸ πρῶτον ἀναγομένους σχῆμα καὶ γὰρ καὶ ἐδείχθησαν ὄντες [*](1 post γὰρ prius add. καὶ a 2 (??) scripsi (cf. p. 392, 31): (??) aB 5 οἱ μὲν Ar. τῷ oin. a 11 τῷ om. a 19 τῷ om. a πρὼτον a καταφατικοῦ a 24 τῷ om. a 27 ἐκ καθόλου 0111. a 29 μέρους om. a 30 ante εἶς add. συλλογισμῶν Ar. 30. 31 ἀναλύεται Ar. 33 τῷ om. a)
394
συλλογιστικοὶ τοῦτον τὸν τρόπον), τὸν δὲ ἕκτον μηκέτι, δι’ ἣν εἰρήκαμεν
[*](133v) αἰτίαν. πρῶτον δὲ ἀνάγει τὸν ἐκ δύο καθόλου καταφατικῶν. ἐπεὶ γὰρ αἱ καταφατικαὶ αἱ καθόλου ἀντιστρέφουσι πρὸς τὰς ἐπὶ μέρους, κατηγορουμένων τοῦ τε Α καὶ τοῦ Β κατὰ παντὸς τοῦ Γ <ἂν> ἀντιστρέφωμεν τὴν Β Γ, τὸ Γ τινὶ τῷ Β· ἔκειτο δὲ καὶ τὸ Α παντὶ τῷ Γ· γίνεται ἐν πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Β, ὃ ἦν δεικνύμενον καὶ διὰ τῆς ἐκκειμένης συζυγίας τῆς ἐν τρίτῳ σχήματι. τὸ δὲ οὐκοῦν ἐπεὶ ἀντιστρέφει τὸ Γ πρὸς ἑκάτερον ἴσον ἐστὶ τῷ ‘ἐπεὶ ἀμφότεραι αἱ προτάσεις οὖσαι καθόλου καταφατικαὶ ἀντιστρέφουσι, δυνησόμεθα, ἣν ἄν θελήσωμεν αὐτῶν ἀντιστρέφαι, ἀναγαγεῖν τὸν συλλογισμὸν ·ἐπὶ τὸ πρῶτον σχῆμα᾿. εἶτα ἑξῆς ἀνάγει τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐν τρίτῳ σχήματι ἀντιστρέψας πάλιν τὴν ἐπὶ μέρους καταφατικήν. τρίτον ἀνάγει τὸν ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος, δι’ ἀντιστροφῆς μὲν καὶ τοῦτον τῆς ἐπὶ μέρους καταφατικῆς προτάσεως, ἐπειδὴ δὲ ἦν οὗτος διὰ δύο ἀντιστροφῶν δεικνύμενος καὶ γὰρ τὸ συμπέρασμα ἀντεστρέφετο αὐτοῦ πρὸς τῇ ἐπὶ μέρους προτάσει· οὕτως γὰρ ἐδείκνυτο τὸ προκείμενον), φησίν, ὅτι πρῶτον καὶ μείζονα ὅρον ληπτέον τὸν Β. ἐπεὶ γὰρ ἡ Β Γ πρότασίς ἐστι καθόλου, δεῖ δὲ ἐν πρώτῳ σχήματι τὴν μείζονα καθόλου εἶναι, φησὶ δεῖν ταύτην τὴν] μείζονα ποιεῖν πρότασιν καὶ τὴν Α Γ ἐπὶ μέρους οὖσαν καταφατικὴν τικὴν ἐλάττονα· ἧς ἀντιστραφείσης ἔσται τὸ Β παντὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Α, καὶ συναχθήσεται τὸ Β τινὶ τῷ Α συμ·πέρασμα, ὃ ἀντιστρέψαντες οὕτως
[*](133v) ἕξομεν τὸ προκείμενον δεδειγμένον συμπέρασμα, ὃ ἦν καὶ διὰ τῆς προκειμένης τοῦ τρίτου σχήματος συζυγίας δεδειγμένον. ἐπὶ τούτοις τέταρτον ἀναλύει στερητικὸν ἐπὶ μέρους συνάγοντα τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς Α Γ καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος τῆς Β Γ· ἀντιστραφείσηςξ γὰρ τῆς καταφατικῆς τὸ πρῶτον γίνεται σχῆμα καὶ ταὐτὸν συμπέρασμα. πέμπτον ἀναλύει τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς Α Γ καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος τῆς Β Γ, ὁμοίως καὶ τοῦτον τῇ τῆς καταφατικῆς ἀντιστροφῇ.