In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 50b 5)

Ὅσα δ’ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλημάτων, ἄν ἐν θατέρῳ συλλογισθῇ, ἔστιν ἀνάγειν τὸν συλλογισμὸν εἰς θάτερον.

Κεῖται, ὅτι τὰ μὲν τῶν προβλημάτων ἐν ἑνὶ δείκνυται μόνῳ σχήματι, ὡς τὸ καθόλου καταφατικόν ἐν γὰρ τῷ πρώτῳ μόνῳ), τὰ δὲ ἐν δύο, ὡς τὸ καθόλου ἀποφατικὸν πάλιν· ἐν γὰρ τῷ πρώτῳ καὶ ἐν τῷ δευτέρῳ. ὁμοίως δὲ ἐν δύο καὶ τὸ ἐπὶ μέρους καταφατικόν· καὶ γὰρ <ἐν> τῷ πρώτῳ καὶ τρίτῳ. τὸ δ’ ἐπὶ μέρους ἀποφατικὸν μὴ] ἐν τοῖς τρισίν. οὕτως τοίνυν ἔχοντος τούτου φησίν, ὅτι, ὅσα τῶν προβλημάτων διὰ πλειόνων δείκνυται σχημάτων, ἐὰν συλλογισθῇ ἔν τινι, δυνατὸν ἀναγαγεῖν τὸν συλλογισμὸν καὶ εἰς τὸ ἄλλο σχῆμα ἢ εἰς τὰ ἄλλα, ἐν ᾧ ἢ ἐν οἷς καὶ αὐτοῖς τὸ αὐτὸ πρόβλημα δείκνυται. οἷον εἰ εἴη ἐν πρώτῳ σχήματι τὸ καθόλου ἀποφατικὸν δεδειγμένον, ἐνέσται τὸν συλλογισμὸν τὸν γινόμενον ἀναγαγεῖν καὶ εἰς τὸ δεύτερον σχῆμα ἀντιστρέψαντας τὴν ἀποφατικὴν πρότασιν, ἐπειδὴ καὶ ἐν τούτῳ τῷ σχήματι τὸ πρόβλημα τοῦτο δείκνυται. ὁμοίως δέ, κἄν ἐν τῷ [*](3 λέγοι scripsi: λέγει aB 4 συνεχῶν a 5 συνεζευγμένου a ἀποφατικῆς a: ἀποφατικοῦ Β 6 ἕτεροι om. a 9 εἴρηται] cf. p. 324, 16 sq. ἐκεῖνο Brandis Schol. p. 185a6: ἐκεῖνα aB 11 post μέντοι add. καὶ a 12 καὶ prius superscr. B 17 ἡ delevi οἱ om. a 18 φθάνωμεν a 19 λέγοιτο δ’ ἄν B δ᾿ delevi): λεγόμενος a 21 συλλογισθῇ B: συλλογισμῷ a ἀναγαγεῖν Ar. 23 μόνῳ δείκνυται a 25 πάλιν ἀπο.φατικόν a ἐν τῷ (post καὶ) om. a 26 καὶ (ante τὸ) superscr. Β ἐν (ante τῷ) a: om. Β 27 ἀποφατικὸν μὴ μὴ om. a) ἐν Β2 (B1 evan.) 28 ὅσα B: τὰ a διὰ B: μὲν a 30 τὸ αὐτὸν a)

391
δευτέρῳ σχήματι δεδειγμένον ᾖ τὸ καθόλου ἀποφατικόν, ἔνεστι τὸν συλλογισμὸν [*](132r) εἰς τὸ πρῶτον ἀναγαγεῖν τῇ τῆς ἀποφατικῆς ἀντιστροφῇ. οὐ πάντας δέ φησιν οἷόν τε εἶναι ἀνάγεσθαι τοὺς δεικνυμένους ἔν τινι σχήματι συλλογισμοὺς εἰς τὰ ἄλλα σχήματα, ἐν οἷς καὶ αὐτοῖς τὸ αὐτὸ πρόβλημα δείκνυται. λέγει δὲ τοῦτο περὶ τοῦ τετάρτου τοῦ ἐν δευτέρῳ σχήματι, ὃς ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγει, καὶ περὶ τοῦ ἕκτου τοῦ ἐν τῷ τρίτῳ σχήματι, ὃς καὶ αὐτὸς ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς μείζονος ἐπὶ μέρους ἀποφατικὸν συνάγει. δείκνυται μὲν γὰρ τὸ ἐπὶ μέρους ἀποφατικὸν πρόβλημα ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ οἱ προειρημένοι συλλογισμοὶ οὐ δύνανται εἰς ἄλλο σχῆμα ἀναχθῆναι τῷ τὴν μὲν ἀναγωγὴν καὶ τὴν ἀνάλυσιν τὴν ἔκ τινος σχήματος εἰς ἄλλο σχῆμα δι’ ἀντιστροφῆς γίνεσθαι, τούτων δὲ μηδέτερον δείκνυσθαι δύνασθαι δι’ ἀντιστροφῆς ἀλλ’ ἀμφοτέρους διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς ἐδείχθη. τοῦτο καὶ αὐτὸς προϊὼν γνώριμον ποιήσει. δείκνυσι δὲ πρῶτον ἐπιών, πῶς τοὺς ἐξ ἄλλου σχήματος συλλογισμοὺς ἔστιν ἀνάγειν εἰς ἄλλο σχῆμα, καὶ ἔστιν ἡ ἔφοδος, ἣν ποιεῖται, γνωρίμως λεγομένη. διὰ δὲ ταύτης τῆς ἐφόδου καὶ αὐτὸς προεῖπε μέλλων περὶ τῆς τῶν συλλογισμῶν εἰς τὰ σχήματα ἀναγωγῆς λέγειν, ὃ νῦν ἔστι γινόμενον ἰδεῖν· εἶπε γὰρ “συμβήσεται δ’ ἅμα καὶ τὰ πρότερον εἰρημένα ἐπιβεβαιοῦσθαι καὶ φανερώτερα εἶναι”.