In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ὅταν δὲ τὸ κατηγορικόν, οὐκ ἀναλυθήσεται.
εἰπὼν περὶ τοῦ τρίτου ἐν τῷ δευτέρῳ σχήματι ὄντος ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος καὶ δείξας αὐτὸν ἀναγόμενον διὰ τῆς μείζονος προτάσεως ἀντιστραφείσης εἰς τὸν ἐν πρώτῳ σχήματι τέταρτον νῦν λέγει περὶ τοῦ τετάρτου συλλογισμοῦ τοῦ ἐν τῷ δευτέρῳ σχήματι· φησὶ δέ, ὅταν ᾖ τὸ καταφατικὸν πρὸς τῷ μείζονι ἄκρῳ, τὸ δὲ στερητικὸν πρὸς τῷ ἐλάττονι. οὕτως δὲ ἐχουσῶν ἐξ ἀνάγκης ἡ συζυγία συλλογιστική ἐστιν ἔχουσα τὴν ἑτέραν ἐπὶ μέρους τὴν δὲ ἑτέραν καταφατικὴν καθόλου· μείζων γὰρ αὕτη· ἀδύνατον γάρ, ὡς ἐδείχθη, ἐν δευτέρῳ σχήματι μὴ οὔσης τῆς μείζονος καθόλου συλλογισμὸν γίνεσθαι. γίνεται οὖν ἡ ἀποφατικὴ ἐπὶ μέρους. ἡ δὲ οὕτως ἔχουσα συζυγία καὶ ὁ ἐκ τοιούτων προτάσεων συλλογισμὸς ἐν δευτέρῳ σχήματι ἔχων ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα οὐκ ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα, καίτοι τοῦ ἐπὶ μέρους ἀποφατικοῦ καὶ ἐν πρώτῳ δεικνυμένου σχήματι, ὅτι μὴ δείκνυται ὁ συλλογισμὸς οὗτος δι’ ἀντιστροφῆς ἀλλὰ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἡ δὲ ἀνάλυσις τῶν ἐξ ἄλλου σχήματος εἰς ἄλλο σχῆμα συλλογισμῶν δι’ ἀντιστροφῆς, ὡς ἔφαμεν, γίνεται. τὸ δὲ οὔτε γὰρ ἐπιδέχεται ἀντιστροφὴν τὸ ΑΒ εἴρηκεν, οὐχ ὅτι οὐδ’ ὅλως ἀντιστρέφει ἡ καθόλου καθόλου γὰρ κεῖται καταφατικὴ ἡ Α Β, τῇ δὲ καθόλου καταφατικῇ ἡ ἐπὶ μέρους καταφατικὴ ἀντιστρέφει), ἀλλ’ ὅτι αὑτῇ οὐκ ἀντιστρέφει· αὗται γὰρ κυρίως ἀντιστρέφειν λέγονται αἱ αὑταῖς ἀντιστρέφουσαι. διὸ μάλιστα ἀντιστρέφειν δοκεῖ ἡ καθόλου ἀποφατικὴ ὑπάρχουσά τε καὶ ἀναγκαία καὶ ἡ ἐπὶ μέρους καταφατική· ἡ δὲ καθόλου καταφατική, εἰ καὶ ἔχει τινὰ ἑαυτῇ ἀντιστρέφουσαν, ἀλλ’ οὐ πρὸς αὑτὴν ἀντιστρέφει. διὰ τοῦτο δὴ εἶπεν ‘οὔτε γὰρ ἐπιδέχεται ἡ καθόλου καταφατικὴ ἀντιστροφήν, οὔτε εἰ καὶ γένοιτο ἀντιστροφὴ καὶ ληφθείη, ἣν ἐπιδέχεται ἡ καθόλου καταφατικὴ ἀντιστροφήν (ἐπιδέχεται δὲ τὴν τῆς ἐπὶ μέρους καταφατικῆς), συλλογιστικὴ ἔτι ἡ συζυγία᾿· γίνεται γὰρ ἐν πρώτῳ σχήματι συζυγία ἔχουσα ἐπὶ μέρους καταφατικὴν τὴν μείζονα τὴν BA, ἐπὶ μέρους δὲ ἀποφατικὴν τὴν ἐλάττονα (τὴν) Α Γ, ἥτις ἀσυλλόγιστός ἐστιν. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ οὔτε γενομένης ἔσται συλλογισμὸς ἀντὶ τοῦ ‘οὔτε εἰ καὶ συχωρηθείη τὴν καθόλου καταφατικὴν ἀντιστρέφειν αὑτῇ, οὐδ’ οὕτως ἔσται συλλογισμός᾿. [*](2 ὃν ἡ B: ᾧ οὐ α 4 τῷ om. a 5 μέρους scripsi: pipsi aB μέρει a 12. 13 συλλογισμὸς γενέσθαι a 13 et 15 μέρει a 19. 20 ἐπιδέχεται om. a: δέχεται ται Ar. (cf. vs. 27) 20 τὸ Β: τοῦ a 21 ἡ ap καταφατικὴ a 21. 22 καθόλου a 22 μέρει a (corr. Waitz 1. c.) αὑτῇ Brandis Schol. p. 185a25: αὕτη aB 23 αὐταῖς scripsi: αὐταῖς aB 24 ἐπιφατικὴ a 25 μέρει a μέρεική (ante εἰ) a 26 ἀντιστρέφουσαν ἑαυτῇ a αὑτὴν scripsi: αὐτὴν Β: ἑαυτὴν a δὴ a: δ’ Β 27 καὶ εἰ a 29 et 30 μέρει a 32 τὴν om. a post ἥτις add. καὶ a 33 καὶ Β: μὴ (quod delebat Waitz 1. c.) a 34 αὐτῇ scripsi: αὐτῇ Β: ἑαυτῇ a)