In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Οὑ δεῖ δ’ οἴεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι συμβαίνειν ἄτοπον.
ἔκθεσιν μὲν λέγει τὴν τῶν ὅρων καταγραφήν. ἐπεὶ δὲ ἐν τῇ τῶν συλλογισμῶν παραδόσει κέχρηται τοῖς στοιχείοις ἀντὶ τῶν ὅρων καὶ ἐπ’ αὐτῶν δέδειχε τάς τε συλλογιστικὰς συζυγίας καὶ τὰς ἀσυλλογίστους, νῦν λέγει περὶ τούτου, ὅτι μὴ παρὰ τὴν τοιαύτην λῆψιν τῶν ὅρων καὶ ἔκθεσιν ὑπολαμβάνειν χρὴ ἄτοπόν τι καὶ ψεῦδος συμβαίνειν ὡς τῆς τῶν στοιχείων λήψεως αἰτίας γινομένης τοὐ δοκεῖν δείκνυσθαί τι συνάγον ἢ μὴ δείκνυσθαι, ὡς πολλάκις δείκνυταί τινα παρὰ τὴν ὕλην συνάγοντά τι οὐκ ὄντα συλλογιστικά.
οὐδὲν γὰρ προσχρώμεθα ἐν τῇ διὰ τῶν στοιχείων λήψει (ἐκ δὲ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα ἡ κατὰ τοὺς συλλογιστικοὺς δεῖξις· ὅταν γὰρ τὸ μὲν ὡς ὅλον τὸ δὲ ὡς μέρος) τῇ οἰκειότητι τῇ πρὸς ἀλλήλους τῶν ὅρων ὡς διὰ τούτου δεικνύναι τὸ συναγόμενον, οἷον ὅτι τόδε τοῦδέ ἐστι γένος ἢ τόδε τοῦδέ ἐστιν ἴδιον ἡ ὁρισμός, ὥσπερ ἄν εἰ τὴν ὕλην παρετιθέμεθα· τὰ γὰρ στοιχεῖα αὐτὰ μόνον σημεῖα κοινὰ τῶν ὅρων εἴληπται οὐδὲν [*](128v) παρ’ αὑτῶν συντελοῦντα εἰς τὸ ἢ συνακτικὴν δειχθῆναι τὴν συζυγίαν ἢ ἀσύνακτον. ὡς γὰρ ὁ γεωμέτρης ὑπὲρ σαφηνείας τῆς κατὰ τὴν διδασκαλίαν καταγραφὴν ποιεῖταί τινα καὶ λέγει ‘ἔστω ποδιαία ἥδε, ἢ ἔστω εὐθεῖα ἥδε οὕτε τὴν ποδιαίαν ποδιαίαν λαμβάνων οὕτε τὴν εὐθεῖαν εὐθεῖαν, οὐδὲ τοῖς καταγεγραμμένοις προσχρώμενος δείκνυσιν αὐτῷ τὸ προκείμενον, ἀλλὰ τούτοις σημείοις χρῆται οὐδὲν συντελοῦσιν οὐδὲ συνεισφέρουσι πρὸς τὸ δεικνύμενον οὐδὲν γὰρ ἔλαττον καὶ μὴ καταγράψας ταύτας μηδὲ προσχρησάμενος αὐταῖς δύναται δεῖξαι τὸ προκείμενον), ἀλλ’ ὑπὲρ τοῦ εὖ παρακολουθῆσαι † τούτου ἐν τοῖς λεγομένοις λαμβάνει ταῦτα, ἵν’ ἔχουσά πως ἡ διάνοια ἐπαναπαύεσθαι τούτοις [*](5 τάξιν scripsi: πρότασιν aB (of. p. 380, 31, 382,2) 9 ὑπάρχοι Β1 corr.: ὑπάρχει a B pr. Θεόφραστος] fr. 63d 14 ἐπεὶ Β: ἐπειδὴ a 15 συλλογιστικῶν a καὶ om. a 16 δεδειχὼς a 17 ct 19 λῆξιν ct λήξεως a 20 δείκνυσθαί a 21 ἐν oin. a 24 δείκνυνται a 25 ἢ prius om. a 25. 26 παρατιθέμεθα a 26 αὐτὰ scripsi: αὐτὸ aB 27 αὐτῶν a 29 ποδιαία Β: δικαία a ἥδε ἡ ἔστω] δὲ ἢ ἔστω] evau. Β 31 προκείμενον Β: ᾱ κείμενον a 32 οὑδὲ Β: ἢ a 34 εὖ om. in lac. a τούτου ἐν Β: τοῦτο a; fort, latet τὸν νοῦν 35 ταῦτα λαμβάνει a)