De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Τοιαύτη μὲν οὖν ἡ φυσικὴ καὶ ἔμφυτος θερμασία· ἡ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἔκ τινος ἐξωτερικῆς αἰτίας, ἥτις ποτ᾽ ἂν εἴη, μήτε οἰκείας τῇ φύσει, μήτε μὴν ἀπὸ ταύτης τὴν ἀρχὴν εἰληφυίας, ἐπερχομένη τῷ σώματι, οὐκ ἀνάλογον ὄργανον οὖσα τῶν φυσικῶν δυνάμεων, οὐδὲ τὸν ἁρμόζαντα πρὸς τὰ ἔργα σώζουσα λόγον, τοῦτο μὲν τῷ ἐπείσακτον καὶ ἀλλοτρίαν εἶναι, τοῦτο δ᾽ αὖ πάλιν τῇ ἑαυτῆς δυσκρασίᾳ μὴ σώζουσα τὴν πρὸς τὰς δυνάμεις καὶ τὰ ἔργα ἀναλογίαν· λέγοιτο δ᾽ ἂν ἡ τοιαύτη καὶ παρὰ φύσιν κρᾶσις, πρὸς τὸ θερμότερον ἀποκλίνουσα κατὰ τὸν αὐτὸν λόγον τῆς ἐμφύτου θερμότητος.