De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἅπαν γε μὴν ὄργανον ἀνάλογόν τε ἐκείνῳ δεῖ εἶναι, οὗ ἐστιν ὄργανον, καὶ τὸν προσήκοντα λόγον πρὸς τὸ ἔργον καὶ τὸ ἀποτέλεσμα σώζειν. ἄλλως γὰρ τό,τε ὄργανον τό,τε οὗ ἐστιν ὄργανον, καὶ τὸ δι᾽ ὃ τὸ ὄργανον, μάτην ἂν εἴη, καὶ οὕτως ἐν τοῖς οὖσι καθ᾽ αὑτὸ δήπου τι μάτην συνεισαχθείη.

Δεῖ ἄρα καὶ τὴν ἔμφυτον θερμασίαν, ὄργανον οὖσαν

ψυχῆς, ὥσπερ εἴρηται, μὴ ἀπολελυμένην τε καὶ ἁπλῆν ἔχειν τὴν κρᾶσιν, ἀλλ᾽ ἀναφερομένην πρός τε τὰς τῆς ψυχῆς δυνάμεις, πρός τε τὰ ἔργα τούτων, κἀκείνοις ἀνάλογον εἶναι, καὶ διὰ ταῦτα ξυγεκραμένην ψυχρῷ τε καὶ ὑγρῷ καὶ ξηρῷ, καὶ εὔκρατόν τε καὶ σύμμετρον. καὶ καλοῖτ᾽ ἂν διὰ ταῦτα δικαίως φυσική τε καὶ ἔμφυτος κρᾶις, μᾶλλον δὲ ἀπὸ ταύτης ἡ φυσικὴ καὶ ἔμφυτος κρᾶσις θερμὴ λέγοιτ᾽ ἄν, τοῦτο μέν, διὰ τὸ ἐν τῇ τῶν λόγων κράσει τὸ θερμὸν τὰς ἄλλας νικᾶν καὶ ὑπερβάλλειν ποιότητας· τὰ γὰρ ζῷα θερμὰ δήπου διὰ τὴν ἐν αὐτοῖς ὑπερβάλλουσαν θέρμην καὶ τὰς λοιπὰς νικῶσαν ποιότητας· τοῦτο δέ, διὰ τὸ τὸ θερμὸν δραστικώτατον εἶναι τῶν ἄλλων ἁπασῶ ν ποιοτήτων· οὐδεμία γάρ τε γειτνιῶσα αὐτῇ μεταβάλλει ποιότης, ὡς τὸ θερμόν.