De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Ἐνεργείας δέ φαμεν φυσικὰς τὰς τῆς φυσικῆς ψυχῆς δυνάμεως ἐνεργείας, αἳ μάλιστα τῇ παρὰ φύσιν βλάπτονται θερμασίᾳ διὰ τὸ γίνεσθαί τε καὶ τελεῖσθαι τῶν ἄλλων μᾶλλον ὥσπερ δι’ ὀργάνου τοῦ φυσικοῦ θερμοῦ· τὸ γὰρ τῶν φυσικῶν δυνάμεων ὄργανον ἡ τῶν μο
ῥίων ἐστὶ κρᾶσις, ὥσπερ αὖ πάλιν τῶν ζωτικῶν ἡ τῶν αὐτῶν τούτων ἰδία διάπλασις.Τὸ δὲ φυσικὸν θερμὸν μὴ τῶν ἁπλῶν, ἀλλὰ τῶν κεκραμένων εἶναι τίς ὅλως ἀμφαγνοεῖ; εἰ καὶ φυσικὰς ἐνεργείας ἐστὶν εἰπεῖν ἁπάσας τὰς τῆς ψυχῆς ἐνεργείας τῷ τε φύσει ταύτας τελεῖσθαί τε καὶ γίγνεσθαι, καὶ τῷ μήτε τὸ αἰσθάνεσθαι, μήτε τὸ κινεῖσθαι, μήτε μὲν τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ἄνευ τοῦ φυσικοῦ καὶ ἐμφύτου θερμοῦ μὴ δύνασθαι γίγνεσθαι· ἡ γὰρ τῶν ὁμοιομερῶν κρᾶσις τῆς διαπλάσεως βάσις ἐστὶ καὶ
Ταῦτά τοι τῇ παρὰ φύσιν θερμότητι πάσας ὁρῶμεν βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας, καὶ μᾶλλον ἐκείνας, ἃς φυσικὰς ἰατρῶν παῖδες καλοῦσιν· ἐξ οὗ δῆλον, ἁπάντων τῶν ἄλλων νοσημάτων τὸν πυρετὸν δεινότερον καὶ ἐπαχθέστερον εἶναι, ἀρχόμενον μὲν ἀπὸ τῆς ἀρχοειδεστάτης ἀρχῆς, τῆς καρδίας, εἰς ὅλον δὲ προϊόντα τὸ σῶμα καὶ πάσας τὰς ἐν ἐκείνῳ βλάπτοντα ἐνεργείας.
Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα πυρετός ἐστι παρὰ φύσιν θερμασία, ἀπὸ καρδίας μὲν ἀρχομένη, προϊοῦσα δ᾽ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ὅλον τὸ σῶμα καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, καθάπερ εἴρηται.
Ἐπεὶ δὲ παρὰ φύσιν αὐτὸν λέγομεν θερμασίαν, δίκαιον ἂν εἴη φάναι, τίς τε φυσικὴ πρῶτον, τίς τε παρὰ φύσιν θερμασία· τοῦ γὰρ γένους ἐκδήλου γεγονότος, τάχα καὶ τὸ οὗ ἐστι γένος οὐκ
Φυσικὴ τοίνυν ἐστὶ θερμότης, τὴν αὐτὴν δέ φημι καὶ ἔμφυτον δήπου θερμόν, ᾗ ἡ ἀρχὴ τοῦ ζῴου ἡ φύσις· συμφύεται γὰρ τῷ ζῴῳ, καὶ διὰ τοῦτο λέγεται φυσική, ὄργανον οὖσα καθόλου τῶν τῆς ψυχῆς δυνάμεων· οὐδὲ γὰρ οἷόν τε τὴν ψυχὴν ἄνευ τοῦ τοιούτου θερμοῦ παράξαι τινὰ τὴν τυχοῦσαν ἐνέργειαν.
Ἅπαν γε μὴν ὄργανον ἀνάλογόν τε ἐκείνῳ δεῖ εἶναι, οὗ ἐστιν ὄργανον, καὶ τὸν προσήκοντα λόγον πρὸς τὸ ἔργον καὶ τὸ ἀποτέλεσμα σώζειν. ἄλλως γὰρ τό,τε ὄργανον τό,τε οὗ ἐστιν ὄργανον, καὶ τὸ δι᾽ ὃ τὸ ὄργανον, μάτην ἂν εἴη, καὶ οὕτως ἐν τοῖς οὖσι καθ᾽ αὑτὸ δήπου τι μάτην συνεισαχθείη.