De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἀλλὰ ταῦτα μὲν ἀκριβέστερον ἴσως κἀν τοῖς ἑξῆς θεωρήσομεν. Νῦν δ᾽ ἐπειδὴ οὐχὶ περὶ ἑνὸς εἴδους, ἀλλὰ περὶ πόλλων τε καὶ διαφερόντων λέγομεν πυρετῶν, δίκαιον ἂν εἴη φάναι πρῶτον περὶ τῆς διαφορᾶς αὐτῶν, εἶθ᾽ οὕτω καὶ περὶ τῶν ἄλλων, καθ᾽ εἱρμόν τινα προβαινούσης τῆς

Διαφορὰ τοίνυν πυρετῶν ἡ μὲν οὐσιώδης, ἡ δ᾽ ἐπουσιώδης· καὶ οὐσιώδης μὲν ἡ ἐκ τῆς οὐσίας αὐτῆς τῶν πυρετῶν γινομένη, ἐπουσιώδης δὲ ἡ ἐκ τῶν ἐπισυμβαινόντων τῇ οὐσίᾳ τῶν αὐτῶν, προσεχῶς τε καὶ πόρρω αμβανομένη.

Οὐσία μὲν γὰρ πυρετῶν ἡ παρὰ φύσιν θερμότης, καθάπερ εἴρηται· ἡ γὰρ οὐσία τούτων τὸ μᾶλλον ἐπιδέχεται καὶ τὸ ἧττον· ἔστι δὲ καὶ ἐν ὑποκειμένῳ συμβεβηκός τι οὖσα, καὶ μὴ δυναμένη καθ᾽ αὑτὴν εἶναι ἢ καὶ ἐν τῷ ποιητικῷ ταύτης· αἰτίῳ.