De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Ὑγεία μέν, ᾗ τοιαύτη, προτέρα τοῦ φυλάττοντος ταύτην αἰτίου· ὑγεία δέ, ᾗ φυλακτή, ὑστέρα Καὶ τὰ πρὸς ἄλληλα δὲ τοῦ αὐτοῦ φύσει, καὶ οὐ προτέρα.
οὐ πάντα ἅμα τῇ φύσει, ἅμα γε μὴν ἅπαντα φύσει τῇ γε νοήσει· ἄνευ γὰρ θατέρου θάτερον οὐἈλλὰ πάλιν πῶς αἴτιον τὸ φυλακτικὸν ὑγείας ἢ νόσου; οὔτε γὰρ ὑλικόν· ἡ γὰρ ὕλη τοῦ ὅλου ἐστὶ μόριον καὶ φυλάσσει δὲ οὐχ ᾗ ὕλη, ἀλλὰ τὸ εἶδος μᾶλλον ἐκείνου, οὗ ἐστιν εἶδος.
Πρὸς δέ, τὸ συμβεβηκὸς πῶς ἕξει τὸ ὑλικὸν αἴτιον, τὸ ἐξ οὗ; τὸ γάρ, ἐν ᾧ μόριόν ἐστι καὶ οὐ φυλακτικὸν αἴτιον, οὔτε ποιητικόν, ἐπείπερ ἀντιδιήρηται τὸ ποιητικὸν τῷ φυλακτικῷ, οὔτε μὴν εἰδικόν· τὸ γὰρ φυλακτικὸν αἴτιον, περὶ οὗ ὁ λόγος τοῖς ἰατροῖς, ἀλλότριόν τε καὶ ἔξω τοῦ οὗ ἐστι, πάντως φυλακτικόν· τὸ δὲ εἶδος ἴδιόν τε καὶ τοῦ οὗ ἐστιν εἶδος οὐσιῶδές γε μόριον προσέτι καὶ τοῦ εἴδους εἶδος οὐκ ἔστιν· οὕτω γὰρ ἂν εἰς ἄπειρον ἐκπεσούμεθα· ἀλλ᾽ οὐδὲ τελικόν, ὅτι οὐδὲ τὸ τέλος τῆς ὑγείας ἢ νόσου τὸ φυλακτικὸν αἴτιον, μᾶλλον μὲν οὖν ταῦτα τέλος ἐκείνου καὶ διὰ ταῦτα
Τὸ φυλακτικὸν εἰς τὸ ποιητικὸν ἀνάγεται δήπου, καί πως τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως. Τὸ γὰρ ποιητικὸν καὶ φυλακτικὸν δύναται εἶναι, τῆς ἐπιρροίας ἐκείνου συνεχοῦς οὔσης τῷ ἐπιδεκτικῷ· τὸ γὰρ φῶς ποιεῖ μὲν δυνάμει τὰ χρώματα ἐνεργείᾳ χρώματα, γενόμενα δὲ φυλάττει· καὶ ὁ χυμὸς δέ, μορίῳ τινὶ ἐπιρρέων, θερμαίνει μὲν ἐκεῖνο ἢ ψύχει τῇ ἰδίᾳ ποιότητι, θερμανθὲν δέ γε ἢ ψυχθὲν τοιοῦτον ἔτι φυλάττει, εἰ μὴ ἐκείνου γε χωρισθείη· καὶ πάλιν, ἐπιρρέων τινὶ μορίῳ, ἐμφράττει μὲν τοὺς πόρους ἐκείνου καὶ τὰς ὁδούς, εἶτ᾽ ἐμφραχθείσας φυλάττει, τῷ χωρίῳ ἐμφιλοχωρῶν καὶ μὴ μεταβάς, ἢ καὶ διαφορηθεὶς ἢ αὐτομάτως ἢ καὶ ἐπικουρίᾳ τινί.
Ἐς τοῦτο δὲ φέρει καὶ ὃ τοῖς ἰατροῖς ἔθος λέγειν, ὅτι τὰ νοσερὰ αἴτια νόσον ἐμποιοῦσι τῷ σώματι καὶ τὴν αὐτὴν ἔτι διαφυλάττουσιν.
Ἀληθὲς μὲν οὖν καὶ πάνυ περὶ τοῦ ποιητικοῦ τῆς νόσου αἰτίου, ὡς, εἰ μὴ χωρισθείη τοῦ πάσχοντος, γένοιτ᾽ ἂν ἐκ ποιητικοῦ καὶ φυλακτικόν· οὗ πάντως αἴτιον ἡ τῆς ἐνεργείας τούτου συνέχεια καὶ ἡ ἀντικειμένου μάχη· ὅθεν καὶ ἀμηγέπη τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως, διαφυλάττον τὴν νόσον, ὡς τὸ εἶδος ἐκεῖνο, οὗ ἐστιν εἶδος.
Οὐ πάνυ δὲ ἀληθὲς τὸ αὐτὸ λέγειν περὶ τοῦ ποιητικοῦ
τῆς ὑγείας αἰτίου, ὡς τὴν ὑγείαν ἐμποιῆσαν τῷ σώματι. ἐς τὸ φυλακτικὸν ἔπειτα μεταβάλλοι γ᾽ ἄν. Εἰ γὰρ τῆς ἐνεργείας τούτου συνέχεια γένοιτο, τὸ ὑγιασθὲν ἤδη σῶμα εἰς τὴν ἀντικειμένην διάθεσιν ἔξω θήσεται τῇ ἐξ ἧς ἐπηνώρθωτο καταστάσει· αἴτιον δὲ τὸ ποιητικὸν αἴτιον τῆς ὑγείας μᾶλλον ἀνήκειν τῇ νόσῳ ἢ τῇ ὑγείᾳ, τοσοῦτόν τε ἀπὸ θατέρου μέρους τῆς ὑγείας ἀφίστασθαι, ὅσον ἀπὸ θατέρου τῆς αὐτῆς αὖθις ἡ νόσος, ὧν οὐδέτερον ἄν τις εἴποι περὶ τοῦ φυλακτικοῦ τῆς ὑγείας αἰτίου.Τὸ τοίνυν ποιητικὸν καὶ φυλακτικὸν τῆς νόσου γένοιτ᾽ ἂν αἴτιον, ὡς ἐλέγομεν, καὶ διὰ τοῦτο πρὸς ἐκεῖνό γε ἀναχθήσεται τό γε μὴν φυλακτικὸν τῆς ὑγείας, κἂν μὴ ποιητικὸν αἴτιον ᾖ τῆς αὐτῆς ἐπὶ τοῦ αὐτοῦ, πρὸς τὸ ποιητικὸν ὅμως ἀνάγεται· ἐπανορθωτικὰ γὰρ τετύχηκεν ὄντα τῷ γένει τὰ φυλακτικὰ τῶν αἰτίων, ὡς καὶ Ἀρεταῖος ἐν τῷ περὶ φυλακτικῶν
Ἀπορίας δὲ ἄξιον καὶ πῶς τὸ παρ᾽ ἰατροῖς ἄξιον, τὸ ποιητικόν ἐστι μόνον καὶ τὸ φυλακτικὸν ὑγείας καὶ νόσου, τὰ μὲν ὑλικά, τὰ δὲ εἰδικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικά, ἐξ ὧν ἡμῖν ἐγγίγνεσθαι τὴν εἴδησιν τῆς ὑγείας τε καὶ τῆς νόσου.
Κυρίως μὲν ταῦτα τὸ ὑλικὸν οὐκ ἔχουσιν αἴτιον τὸ ἐξ οὗ, συμβεβηκότα γε ὄντα, οἷς οὐκ ἔστι τὸ ἐκ τῆς ὕλης γίγνεσθαι. ὕλη γάρ ἐστι τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, καὶ μόριόν ἐστιν οὐσιῶδες τοῦ ἐξ αὐτῆς γενομένου· ταῦτά τοι καὶ ἡ κυρίως ὕλη μόνης ἐστὶ τῆς συγκειμένης καὶ συνθέτου οὐσίας, οὐ τῶν συμβεβηκότων τινός· ἔχει δ’ ὅμως τὸ ὑλικὸν αἴτιον τὸ ἐν ᾧ, τουτὶ δέ ἐστι τὸ ὑποκείμενον, ἐν ᾧ ὑγεία καὶ νόσος, πλησιέστερόν τε ὂν καὶ πορρωτέρω· προσεχέστερον μὲν τὸ μόριον, πορρωτέρω δὲ ὁ χυμός, ἔτι δὲ πορρωτάτω γε τὸ στοιχεῖον.
Διὸ κακῶς λέγουσι τῶν ἰατρῶν οἳ νόσον τινά φασιν ἐξ ὕλης γε γίγνεσθαι, καθάπερ τὸν ἐπὶ χυμοῖς σηπομένοις πυρετὸν ἐκ χυμοῦ· οἷον τριταῖον μὲν ἐκ ξανθῆς, τεταρταῖον δ᾽ ἐκ μελαίνης χολῆς, ὥσπερ ἐξ ὕλης, κυρίως γίγνεσθαι· οὐ γὰρ ὑλικὸν ὁ χυμὸς τῶν τοιούτων, ἀλλὰ ποιητικὸν μᾶλλον αἴτιον, ἐξ αὐτοῦ τε γίγνεται τὰ τοιαῦτα, οὐχ ὡς ἐνυπάρχοντος, ἀλλ᾽ ὡς ἀρχὴν κινήσεως ἔχοντος.
Τὸ πόιητικὸν δὲ μηδὲ τῷ εἴδει ξυμπίπτειν τῷ ὑλικῷ αἰτίῳ πρὸς τῶν φυσικῶν μεμαθήκαμεν· ὥστε ποιητικὰ μόνον, ἀλλ᾽ οὐχ ὑλικὰ τὰ τοιαῦτα τῶν τοιούτων γένοιτ᾽ ἄν ποτε αἴτια.
Εἰ δὲ που παρ’ ἰατροῖς νόσον ἐξ ὕλης γίγνεσθαι λέγοιτο, καταχρηστικῶς λέγεται· καὶ ἀντιδιαιροῦσι δέ, τοῦτο λέγοντες, τὸ ἐκ χυμοῦ νόσημα τοῖς μηδὲν ἔχουσιν αἴτιον, ἢ τοῖς ἔχουσι μέν, δυσκρασίαν δέ, ἢ φαύλην διάπλασιν· ὧν οὐδέτερον ὕλη λέγεται, οὐχ ὅτι χυμὸς ὕλη, ἐξ ἧς ἐνυπαρχούσης ὁ πυρετὸς γίγνεται, ἀλλ᾽ ὅτι ὑλικόν τι πρᾶγμα καὶ ὑποκείμενον διαστάσεσι.