De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τριῶν ὄντων ἐν γένει τῶν πυρετῶν, ὥσπερ εἴπομεν, ὁ μὲν ἐφήμερος ὑποδιαιρεῖται πάλιν κατὰ τὴν τῶν αἰτίων διαφοράν, ἅπερ ἐν τῷ πνεύματι τοιαύτην παρὰ φύσιν θερμασίαν πρῶτον ποιεῖ, καὶ οὐ κατὰ τὴν ἐν τῷ πνεύματι κατ᾽ οὐσίαν διαφοράν· τὸ γὰρ πνεῦμα ὁμοιομερές ἐστι πάντη, καὶ οὐ τῆς αὐτῆς ἐστιν ἑτερότητος, ἧσπερ καὶ ὁ χυμός.

Ὁ δ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενος πυρετὸς οὐ κατὰ τὴν τῶν αἰτίων διαιρεῖται· ἒν γάρ ἐστιν αἴτιον, τὸ συνεζευγμένον δηλαδή, τὸ τὸν τοιοῦτον ἀποτλοῦν πυρετόν, ἡ ἐν τοῖς χυμοῖς μετα

βολή τε καὶ σῆψις· ἀλλὰ κατὰ τὴν τῶν χυμῶν ἑτερότητα καὶ διαφορὰν ἡ διάφορος ὕλη τῆς σήψεως γίγνεται.

Ὁ δ᾽ ἑκτικὸς πυρετὸς κατὰ μὲν τὰ αἴτια οὐδεμίαν ἐπιδέχεται τὴν διαφοράν. ὁ γὰρ αὐτὸς διὰ παντός ἐστι πυρετός, κἂν ἐκ διαφορῶν γένηται· κατά γε μὴν τὴν τῶν μορίων ὑγρότητα, φθειρομένην τε καὶ δαπανωμένην καὶ μαραινομένην ὑπὸ τῆς τούτου διαμονῆς, διαφορὰς πολλὰς ἐπιδέχεται, καθάπερ ἐν τῷ περὶ τούτου λέξομεν λόγῳ.

Οὕτω μὲν οὖν τρεῖς αἱ κυριώταται τῶν πυρετῶν, αἷς ἐκ τῆς ἐξ ἡμῖν πρῶτον ὕλης ἡ παρὰ φύσιν ἀνάπτεται θερμασία, διαφοραί, καὶ οὔτε πλείους, οὔτε ἐλάττους· νυνὶ δὲ περὶ ἑκάστον τούτων λέξομεν ἀκριβέστερον. Ἀλλὰ πρῶτον περὶ αἰτίων ῥητέον ἐν γένει, ἔπειτα περὶ αὐτῶν κατὰ τὴν ὑπόσχεσιν τοῦ λόγου

Αἴτιον τοίνυν παρ᾽ ἰατροῖς τὸ πρῶτον ὄν, ἀφ᾽ οὗ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις ἢ διάμονὴ διαθέσεως.

Πρῶτον μὲν οὖν ὂν εἴρηται διὰ τὸ ἀρχοειδέστερον εἶναι τὸ αἴτιον τοῦ ἰδίου αἰτιατοῦ, καὶ χρόνῳ μὲν ἔστιν ὅτε, φύσει δὲ ἀεὶ πρότερον ὑπάρχον ἐκείνου· ἀφ᾽ οὗ δὲ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις, πρόσκειται πρὸς δὲ καὶ τὸ ἢ διαμονὴ διαθέσεως, τὸ μὲν ποιητικόν, τὸ δὲ φυλακτικὸν σημαῖνον ἢ νόσου, ἢ τῆς οὐδετέρας διαθέσεως αἴτιον.