De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Δεῖ γὰρ ἐκ καρδίας ἄρχεσθαι, καὶ διὰ πνευμάτων καὶ αἵματος ἀπὸ ταύτης ἐφ᾽ ἅπαν ἰέναι τὸ σῶμα τὸν πυρετόν· ὅπερ οὐκ ἐνῆν τῇ προρρηθείσῃ θερμότητι· ταῦτά τοι πρόσκειται ἐν τῷ ὅρῳ τό, ἀπὸ καρδίας μὲν ἀρχομένη.

Κἂν γὰρ ὁ πυρετὸς τοῦ ὅλου σώματος ᾖ νόσος, ἀλλ᾽ οὖν προηγουμένως μέν ἐστι τῆς καρδίας, ἑπομένως δέ γε τοῦ ὅλου σώματος; πῶς γὰρ ἂν ἡ παρὰ φύσιν θερμότης εἰς ὅλον ἰέναι τὸ σῶμα δυνήσαιτο, μὴ πρότερον τὴν καρδίαν ἀνάψασα; ἢ τί τῶν ἄλλων μορίων θερμαινόμενον παρὰ φύσιν οἷόν τέ ἐστι τὸ ὅλον σῶμα θερμᾶναι, καὶ τὴν ἣν ἔχει διάθεσιν τῷ παντὶ μεταδοῦναι, καθάπερ ἡ καρδία μόνη τῶν ἄλλων δύναται, μὴ διὰ μέσης τῆς καρδίας τοῦτο ποιῆσαν, πρῶτον μὲν ἐκείνην, ἔπειθ᾽ ὅλον τὸ σῶμα διὰ ταύτης ἀνάψαν; οὗ πάντως αἴτιον τὸ μᾶλλον τῶν ἄλλων ἐκείνην χορηγεῖν τε καὶ διοικεῖν ὅλον τὸ σῶμα ταῖς ἰδίαις ἐπιρροαῖς· ὥστε δῆλον ἐντεῦθεν, ὡς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα πρώτως θερμότης ἀληθὴς ἀρχὴ πυρετοῦ.

Ἀρχὴν δὲ λέγω τὴν οἷα μεγέθους, οὐδὲ ταύτης τὴν ἀμερῆ, ἀλλὰ τὴν δυναμένην τῷ ὅλῳ μεγέθει συνδιαιρεῖσθαι· ἀληθὴς γὰρ τῷ ὄντι πυρετὸς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα θερμότης, κἂν μήπω τῷ ὅλῳ μεταδοθῇ, τῷ ποσῷ μόνον τῆς ἐν τῷ παντὶ διαφέρουσα, ἐπεὶ καὶ τὸ ὅλον ἡ καρδία μόνη δυνατεῖ, οὐκ ἄλλο τῶν μορίων