De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Ἐπιστάσεως δὲ ἄξιον, ὅτι ὁ πυρετὸς οὐκ ἔστιν οὐδενὸς ἢ μόνων τῶν σώματος, ἃ καὶ κυρίως ἔστι τε καὶ λέγεται ἔμψυχα· οὔτε γὰρ τὸ ἐν ἡμῖν πνεῦμα κυρίως, οὔθ᾽ οἱ χυμοί, μόνα δὲ πυρέττει τὰ τοῦ σώματος μόρια, ἅπερ καὶ ὄργανα τῶν παρ’ ἡμῖν εἰσιν ἐνεργειῶν, εἰκότως.
Ὡς γὰρ ἡ ὑγεία, διάθεσις φυσική τις οὖσα τοῦ ἀνθρωπίνου σώματος, δι’ ἧς τελείως ὁ ἄνθρωπος τὰς ἑαυτοῦ προσηκούσας ἐνεργείας ἀποτελεῖ, ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· χυμοὶ δὲ καὶ πνεύματα ποιητικὰ ταύτης αἴτια, τὰ μὲν ὡς ὄργανον καθόλου καὶ γενικὸν τῆς ψυχῆς, οἱ δὲ ὡς ὕλη τῶν μορίων, ἐξ ὧν αὔξεταί τε καὶ τρέφεται· οὕτω καὶ ἡ νόσος, ἧς εἶδος ὁ πυρετός, διάθεσις παρὰ φύσιν τοῦ ἀνθρωπίνου σώματος, ὑφ᾽ ἧς ἐν ταῖς ἐνεργείαις καθ᾽ αὑτὸ καὶ πρώτος αἰσθητὴ γίγνεται βλάβη, ἐν τοῖς αὐτοῖς ἔσται μορίοις τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ πέφυκε γίγνεσθαι.