De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἐν τῷ τοιούτῳ τοίνυν μέσῳ καὶ τὰ τοῦ σώματος μόριά φαμεν εἶναι, ὅτε τὸ σῶμα πυρέττει τὸν ἐπὶ πνεύμασιν ἢ χυμοῖς σηπυμένοις ἀναπτόμενον πυρετόν, ὡς ἐκ τῶν ἔμπροσθεν ῥηθέντων ἐστὶν ἰδεῖν.

Τῆς δ᾽ ἀλλοιώσεως ἤδη πρὸς τὸ τέλος ἡκούσης, καὶ τῆς τῶν ἐναντίων πρὸς ἄλληλα μάχης γε παυσαμένης, ἥ τ᾽ ἐπιγινομένη κρᾶσις ἴση λέγεται, θατέρου τῶν ἐναντίων ὅλου φθαρέντος, καὶ τὰ μόρια ὑπὸ τὴν τοιαύτην κρᾶσιν εἶναι καὶ ὑπὸ τὸ τεθερμάσθαι φαμέν.

Παυσαμένης δὲ τῆς ἀλλοιώσεως καὶ τῆς ἴσης ἐκείνης καλουμένης κράσεως ἐπιγενομένης, ἐπεὶ τὸ αἰσθάνεσθαι ἀλλοιώσει τινὶ τῶν αἰσθήσεων γίνεται, οὐκ ἔσται τῆς ἴσης ἐκείνης, ὥσπερ οὐδὲ τῆς φυσικῆς οὐδεμία κράσεως αἴσθησις, οὐδὲ ὀδύνη λυποῦσα τὴν αἴσθησιν.

Γέγονε γὰρ ὡσπερεὶ φυσική τις τῶν μορίων διάθεσίς τε καὶ κρᾶσις, ἧς οὐδεμία παρὰ τοῦ ἔχοντος αἴσθησις, τοῦ μηδεμίαν αὐτοῦ τινος εἰς ἑαυτὸν γίγνεσθαι δρᾶσιν, καὶ ὥσπερ ἕξις τις τοῖς μορίοις ἐμπεφυκυῖα, ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχεν, ἑκτικὸς πυρετὸς καλουμένη παρ᾽ ἰατροῖς.