De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Φημὶ δή, δυοῖν ἐναντίων πρὸς ἄλληλα δρώντων τε καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ, θάτερον μὲν ἐκβάλλεσθαί τε καὶ φθείρεσθαι, θάτερον δὲ ἀντεισάγεσθαι. οὐδὲ γὰρ καὶ ἄμφω δυνατὸν ἐντελεχείᾳ ἐν τῷ αὐτῷ παρεῖναι ὑποκειμένῳ, οὐδ᾽ αὖ τοῦ αὐτοῦ ἀπεῖναι ὑποκειμένου, ἀλλὰ θατέρῳ μὲν ἐπερχομένῳ θάτερον ἀνάγκη τῆς ὕλης παραχωρῆσαι, θατέρου δὲ παραχωροῦντος, θάτερον αὖθις εἰσιέναι καὶ τὴν ὕλην εἰδοποιεῖν.
Οὐδέποτε γάρ, οὐδ᾽ ἐν αὐτῷ τῷ νῦν τοῦ χρόνου τῷ ἀμερεῖ, τὴν δεκτικὴν τῶν ἐναντίων ὕλην τε καὶ οὐσίαν ὑπὸ μηδετέραν οἷόν τε, φύσει τῶν ἐναντίων, εἶναι μορφήν, οὐδ᾽ αὖ τὰ πλεῖστον ἀλλήλων διεστηκότα, κἂν ὑπὸ τὸ αὐτὸ γένος ᾖ, τὴν ἐν τῷ αὐτῷ φέρει δίαιταν, ἄλλως ὑπ᾽ ἄλλῳ τεταγμένῳ τε καὶ διακειμένῳ οὐδὲ γὰρ πρὸς τὸν λόγον, καὶ εἰ τὰ μὲν ἔμμεσα, τὰ δ᾽ ἄμεσα εἴη τῶν ἐναντίων.
αἱ περὶ ἀμφοτέρων γὰρ ὁ αὐτὸς ἁρμόζει λόγος, ὅσα γε πρὸς τὴν ὕλην τε καὶ μεταβολήν· καὶ ἄλλως δέ, τὰ μέσα τοῖς ἄκροις πῶς τὰ αὐτά;
Ἐπεὶ δὲ πᾶσα φυσικὴ δρᾶσις ἢ πεῖσις, ἡ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσα κίνησις, κίνησις δὲ ἐν χρόνῳ, τοῦ δὲ χρόνου τὸ μὲν ἀρχή, τὸ δὲ μέσον, τὸ δ᾽ ἄκρον καὶ ἔσχατον, ἔτι δὲ καὶ τἀναντία, ἐν οἶς ἡ κίνησις, ἔμμεσα,
πολλῶν ὄντων μεταξὺ τοῖν δυοῖν εἰδῶν τε καὶ ὑποστάσεων, ἀνάγκη μήτ᾽ ἐν τῇ ἀρχῇ τῆς κινήσεως θάτερον μὲν τῶν ἐναντίων φθαρῆναι, θάτερον δὲ ἀντεισαχθῆναι, μήτε μὴν ἐν τῷ μέσῳ· μάτην γὰρ ἄν ἦν ἡ ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ μέσου καὶ τελευταίου, καὶ ἡ ἀπὸ τοῦ μέσου πάλιν ἐπὶ τὸ ἔσχατον κίνησις.