De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Τὸ γὰρ ἔμφυτον θερμὸν ἢ εὔκρατον τῷ παρὰ φύσιν θερμῷ, καθάπερ ἄκρῳ μέσον, ἀντίκειται, καὶ ἐναντία ἡ ἔμφυτος θέρμη τῇ παρὰ φύσιν θερμότητι, καθάπερ ἀρετῇ κακία, ὡς μικρῷ πρόσθεν ἐλέγομεν. Τοιαύτη μὲν οὖν ἥ τε κατὰ φύσιν ἥ τε παρὰ φύσιν θερμότης, καὶ τοιαύταις ἀλλήλων διαφοραῖς, ὡς ἐκ πολλῶν ὀλίγα λέγειν,
Ἐπεὶ δ᾽ ὁ πυρετὸς δοκεῖ τε καὶ λέγεται τὸ φυσικὸν θερμὸν εἶναι πρὸς τὸ πυρῶδες μεταβάλλον, φέρε θεωρήσωμεν, εἰ καλῶς δοκεῖ τε καὶ λέγεται· ἔχει γάρ πως φυσικωτέραν θεωρίαν ἡ
Φημὶ δή, δυοῖν ἐναντίων πρὸς ἄλληλα δρώντων τε καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ, θάτερον μὲν ἐκβάλλεσθαί τε καὶ φθείρεσθαι, θάτερον δὲ ἀντεισάγεσθαι. οὐδὲ γὰρ καὶ ἄμφω δυνατὸν ἐντελεχείᾳ ἐν τῷ αὐτῷ παρεῖναι ὑποκειμένῳ, οὐδ᾽ αὖ τοῦ αὐτοῦ ἀπεῖναι ὑποκειμένου, ἀλλὰ θατέρῳ μὲν ἐπερχομένῳ θάτερον ἀνάγκη τῆς ὕλης παραχωρῆσαι, θατέρου δὲ παραχωροῦντος, θάτερον αὖθις εἰσιέναι καὶ τὴν ὕλην εἰδοποιεῖν.