De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Ἀμέλει καὶ ἔδοξέ μοι, ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ, τὸ παρὸν συντάξασθαι σύγγραμμα, καὶ ἄλλο ἐπαγγελλόμενον περὶ τῆς ὅλης τῶν πυρετῶν θεωρίας, ἐν ἁρμόζοντι δῆθεν ἐσόμενον χρόνῳ, νυνὶ τουτί σοι ὡς ἐν ὑποθήκης ἐκδοῦναι λόγῳ, ἀκριβοῦς φιλίας ὑπόμνημα.
Καὶ δὴ λέγωμέν σοι πειθόμενοι, ἃ ἂν ὁ καιρὸς διδῷ, μὴ τῷ τῆς τέχνης πλάτει, καὶ τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν, εἴ τίς ἐστιν, εὐπορίᾳ, τοῦ χρόνου δὲ μᾶλλον χρησάμενοι τῇ βραχύτητι. ἀμφοτέροις δὲ παρ᾽ ἀμφοτέρων ἔσται συγγνώμη, σοὶ μὲν πάλαι αἰτήσαντι, ὅτε μὲν εἰσαγωγήν, ἀλλὰ βίβλον μακρὰν πυρετῶν εἰληφέναι ῥᾴδιον ἦν, ἐμοὶ δὲ φίλοις ἐφ’ ὁποιῳδηποτοῦν οὐκ ἀντιβαίνειν
Πυρετὸν τοίνυν, ἵν᾽ ἐντεῦθεν τοῦ λόγου ἄρξωμαι, ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Ἐμπεδοκλῆς δὲ καὶ Ζήνων καὶ τῶν Ἱπποκρατείων οἱ πλείους θερμασίαν παρὰ φύσιν, ἀπὸ καρδίας μὲν ἀρχομένην, προϊοῦσαν δὲ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰσθγτῶς βλάπτουσαν ἐνεργείας, ἔφασαν εἶναι· καὶ εἰκότως.