De febribus [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.
Ἐγὼ μὲν οὖν ἕπεσθαί σοι ῥᾴδιος, ἐφ᾽ ἃ κελεύεις αὐτός. καὶ μὴ ὅτι περὶ πυρετῶν, ἀλλὰ καὶ περὶ παντὸς ἄλλου θεωρήματος ἰατρικοῦ ἕτοιμος ἂν ἦν, σοῦ χάριν καὶ γλώττῃ καὶ γράμμασι διδασκαλίαν ποιήσασθαι, εἴγε μὴ νῦν, ὅτε πρὸς ἀλλ᾽ ἄττα, τῆς ἐξόδου βιαζομένης, ἡμεῖς ἐπειγόμεθα, μὴ συγχωροῦντα τὴν περὶ τὰ τοιαῦτα σπουδήν, ἀλλὰ πρὸ καιροῦ, ὅτε δηλονότι οἷόν τε ἦν καὶ χρόνον ἡμῖν ἐγγενέσθαι μετὰ τὴν αἴτησιν πρὸς τὴν τοῦ θεωρήματος ξυγγραφήν, τὸ περὶ τούτων ὤφθης αἰτούμενος.
Πολυσχιδὴς γάρ, ὡς οἶδας, καὶ δυσθεώρητος ἡ περὶ πυρετῶν θεωρία καὶ πολλοῦ δεομένη χρόνου πρὸς κατάληψίν τε καὶ ξυγγραφήν· δεῖν δὲ καὶ αὐτὸς ἂν ξυμφαίης σαυτοῦ τε καὶ ἡμῶν αὐτῶν ἄξιον εἶναι τὸ σπουδαζόμενον, εἰ μὴ μάτην αὐτὸς μὲν γράφειν, σὺ δὲ ἀναγινώσκειν αἱρούμεθα.
Καὶ εἴασα ἂν τελέως τοὐγχείρημα διὰ ταῦτα, εἰ μή τις λόγος παλαιῶν ἀνδρῶν καὶ καλῶς ἔχων ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίαις εἴκειν, κἂν δέῃ συγκατιέναι τὴν τέχνην, μηδ᾽ αὐτοῦ δὴ τούτου γε
φείδεσθαι.Ἀμέλει καὶ ἔδοξέ μοι, ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ, τὸ παρὸν συντάξασθαι σύγγραμμα, καὶ ἄλλο ἐπαγγελλόμενον περὶ τῆς ὅλης τῶν πυρετῶν θεωρίας, ἐν ἁρμόζοντι δῆθεν ἐσόμενον χρόνῳ, νυνὶ τουτί σοι ὡς ἐν ὑποθήκης ἐκδοῦναι λόγῳ, ἀκριβοῦς φιλίας ὑπόμνημα.
Καὶ δὴ λέγωμέν σοι πειθόμενοι, ἃ ἂν ὁ καιρὸς διδῷ, μὴ τῷ τῆς τέχνης πλάτει, καὶ τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν, εἴ τίς ἐστιν, εὐπορίᾳ, τοῦ χρόνου δὲ μᾶλλον χρησάμενοι τῇ βραχύτητι. ἀμφοτέροις δὲ παρ᾽ ἀμφοτέρων ἔσται συγγνώμη, σοὶ μὲν πάλαι αἰτήσαντι, ὅτε μὲν εἰσαγωγήν, ἀλλὰ βίβλον μακρὰν πυρετῶν εἰληφέναι ῥᾴδιον ἦν, ἐμοὶ δὲ φίλοις ἐφ’ ὁποιῳδηποτοῦν οὐκ ἀντιβαίνειν
Πυρετὸν τοίνυν, ἵν᾽ ἐντεῦθεν τοῦ λόγου ἄρξωμαι, ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Ἐμπεδοκλῆς δὲ καὶ Ζήνων καὶ τῶν Ἱπποκρατείων οἱ πλείους θερμασίαν παρὰ φύσιν, ἀπὸ καρδίας μὲν ἀρχομένην, προϊοῦσαν δὲ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰσθγτῶς βλάπτουσαν ἐνεργείας, ἔφασαν εἶναι· καὶ εἰκότως.
Δεῖ γὰρ παρὰ φύσιν εἶναι τὴν ταῖς φυσικαῖς ἐνεργείαις ἀντιπράττουσαν θέρμην, καὶ ἀπὸ καρδίας ἄρχεσθαι, ὅθεν δήπου τὸ φυσικὸν ἀναβλύζει θερμόν, καὶ δι᾽ αὐτῶν ἐκείνων ἐφ’ ἅπαν προϊέναι τὸ σῶμα, δι᾽ ὧν ἐκεῖνο πρόεισι, τὰς φυσικὰς ἐνεργείας ἀποτελοῦν· εἰ γὰρ μὴ δι᾽ ἐκείνων, αἷς τὸ φυσικὸν προϊὸν ἐνεργεῖ, πόθεν ἂν ἕξῃ τὰς διόδους ὥστ᾽ ἐφ᾽ ἅπαν ἐξαπλωθῆναι τὸ σῶμα; καλῶς οὖν ἀπεφήναντο οἱ οὕτω τὸν πυρετὸν ὁρισάμενοι. Ἵνα δ᾽ ὁ λόγος ἡμῖν καὶ σαφέστερος ᾖ, δίκαιον ἂν εἴη καὶ τὸν ὅρον αὐτόν, ὡς ἔχοι, κατὰ μέρος ἐπιστῆσαι, καὶ εἴ τι ἐπιλύσασθαί οἱ ἀπορίας ἐχόμενον ἔνεστι.
Παρὰ φύσιν μὲν οὖν θερμασία γένος ἐστὶ τοῦ πυρετοῦ, δι᾽ ἣν ὁ πυρετὸς νόσος, οὐκ ἐν διαπλάσει, ἀλλ᾽ ἐν κράσει δυσκρασία θερμή τις οὖσα, μεθ᾽ ἧς ξυνέρχεται καὶ ξηρά. ἡ γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος, τὰ δ᾽ ἄλλα πάντα διαφοραί, αἷς συνίσταταί τε καὶ τῶν ἄλλων θερμασιῶν διενήνοχεν· οὐ γὰρ εἴ τι παρὰ φύσιν θερμασία, τοῦτ᾽ ἐστι πυρετός πυρετός γε μὴν ἅπας παρὰ φύσιν γε θερμασία.
Αὐτίκα ἡ ἐν πνεύμασιν ἐξ ἡλιοκαΐας ἢ πυρὸς ἢ ἄλλου
τούτων προκαταρκτικῶν αἰτίων γινομένη παρὰ φύσιν θεμότης, οὔπω δ᾽ εἰς τὴν καρδίαν ἰοῦσα, ἤτοι τὸ σῶμα αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίαις αὐτοὺς χυμούς, ἢ τὴν ἀερώδη οὐσίαν κατειληφυῖά τε καὶ ἀνάψασα, πυρετὸς οὔτ᾽ ἐστιν, οὔτε λέγεται· πολλοῦ γε καὶ δεῖ.Δεῖ γὰρ ἐκ καρδίας ἄρχεσθαι, καὶ διὰ πνευμάτων καὶ αἵματος ἀπὸ ταύτης ἐφ᾽ ἅπαν ἰέναι τὸ σῶμα τὸν πυρετόν· ὅπερ οὐκ ἐνῆν τῇ προρρηθείσῃ θερμότητι· ταῦτά τοι πρόσκειται ἐν τῷ ὅρῳ τό, ἀπὸ καρδίας μὲν ἀρχομένη.
Κἂν γὰρ ὁ πυρετὸς τοῦ ὅλου σώματος ᾖ νόσος, ἀλλ᾽ οὖν προηγουμένως μέν ἐστι τῆς καρδίας, ἑπομένως δέ γε τοῦ ὅλου σώματος; πῶς γὰρ ἂν ἡ παρὰ φύσιν θερμότης εἰς ὅλον ἰέναι τὸ σῶμα δυνήσαιτο, μὴ πρότερον τὴν καρδίαν ἀνάψασα; ἢ τί τῶν ἄλλων μορίων θερμαινόμενον παρὰ φύσιν οἷόν τέ ἐστι τὸ ὅλον σῶμα θερμᾶναι, καὶ τὴν ἣν ἔχει διάθεσιν τῷ παντὶ μεταδοῦναι, καθάπερ ἡ καρδία μόνη τῶν ἄλλων δύναται, μὴ διὰ μέσης τῆς καρδίας τοῦτο ποιῆσαν, πρῶτον μὲν ἐκείνην, ἔπειθ᾽ ὅλον τὸ σῶμα διὰ ταύτης ἀνάψαν; οὗ πάντως αἴτιον τὸ μᾶλλον τῶν ἄλλων ἐκείνην χορηγεῖν τε καὶ διοικεῖν ὅλον τὸ σῶμα ταῖς ἰδίαις ἐπιρροαῖς· ὥστε δῆλον ἐντεῦθεν, ὡς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα πρώτως θερμότης ἀληθὴς ἀρχὴ πυρετοῦ.
Ἀρχὴν δὲ λέγω τὴν οἷα μεγέθους, οὐδὲ ταύτης τὴν ἀμερῆ, ἀλλὰ τὴν δυναμένην τῷ ὅλῳ μεγέθει συνδιαιρεῖσθαι· ἀληθὴς γὰρ τῷ ὄντι πυρετὸς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα θερμότης, κἂν μήπω τῷ ὅλῳ μεταδοθῇ, τῷ ποσῷ μόνον τῆς ἐν τῷ παντὶ διαφέρουσα, ἐπεὶ καὶ τὸ ὅλον ἡ καρδία μόνη δυνατεῖ, οὐκ ἄλλο τῶν μορίων
Ἀλλ᾽ ἀπορῆσαι ἄξιον, διὰ τί καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ; δοκεῖ γάρ πως διαφορὰν αὐτὸ εἶναι, ᾗ διαφέρει θερμοῦ τοῦ κατὰ φύσιν ὁ πυρετός, μόνη δ’ ἡ θερμασία γένος· ὁ μὲν οὖν περὶ τοῦ τῶν ὁμωνύμων λόγος, ἐκεῖνα χρὴ διορίσασθαι πρῶτον, περὶ οὗ αὐτῷ πρόκειται λέγειν, ἵνα σαφὴς γένηται, ὡς περὶ κυνὸς τῷ ἀστρῴῳ καὶ τῷ χερσαίῳ διοριζόμεθα λέγοντες.
Ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων, ἡ μὲν γάρ ἐστι λέγεται, ἡ δὲ συστατικὴ τοῦ ζῴου, ἥτις καὶ κατὰ φύσιν
φθαρτική, ἥπερ καὶ παρὰ φύσιν λέγεται, καὶ ἀμφστέρων τὸ εἶναι ἐν τῷ παρὰ φύσιν ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημᾶναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός.Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γένος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος ὑπάρχων γενικὸς τῆς οὐσίας αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερμασία
Καλῶς δὲ τῷ ὅρῳ πρόσκειται καὶ τί, προϊοῦσα δ᾽ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα. Δύναται μὲν γὰρ τὰ παρὰ φύσιν θερμανθέντα μόρια τῇ ἁφῇ τὰ πλησιέστερα τῶν μορίων θερμᾶναι, καὶ ταῦτα ἄλλα, κἀκεῖνα ἕτερα.