Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Περὶ δὲ κινήσεως τάδε ἴσθι, ὡς τὸ μὲν αὐτὸ- φυὲς αὐτῆς καὶ ἀπρονόητον χρὴ διαγινώσκειν κατὰ τὸ πρέπον. ὅσοι δὲ σχηματίζουσιν ἑαυτοὺς καὶ κινοῦνται ἐπιτετηδευμένως, φυσιογνωμόνει καὶ τούτους. τριπλοῦν δὲ τὸ γένος τούτων. οἱ μὲν γὰρ σεμνότητα περινοοῦσιν ἀρχὰς καὶ δυνάμεις ἐν πόλει μνώμενοι καὶ γάμους ἐν- δόξους, ἐνίοτε δὲ εἰς εὐτέλειαν καὶ φειδωλίαν καὶ εἰς περιχαρίαν καὶ εἰς στυγνότητα ἑαυτοὺς μετατυποῦσι, διʼ οὗπερ ἂν ἀρέσειν τρόπου τούτοις νομίσωσιν οὓς θεραπεύουσιν. ἕτεροι δὲ ἁβρύνονται αὐτῶν, οἱ μὲν γὰρ παιδικοῖς ἀρέσαι βουλόμενοι, οἱ δὲ ἄνδρας ἐφʼ [*](Adam. 2 συνόφρυες scripsi auctore Schneidero coll. Pseudarist. p. 80, 1 δασόφρυες δασυόφρυες Struv. 4. ante Περὶ titulus περὶ κινήσεως in γ 7. ἐπιτετηδευμένως scripsi collato τὸ ἐπιτηδευόμενον αὐτοῖς p. 398, 7 ἐπιτετευγμέ- νους M ἐπιτεταγμένους S ἐπιτεταγμένως Wakefield (in Stephani Thesauro s. v. et Struv. ἐπιτεταμένως C. B. Hase in Thes. 1. 1. 10. εἰς (alt.) inserui auctore Sylb. 11. εἰς delendum 14. γὰρ delendum, nisi verbum finitum excidit )

398
ἑαυτοὺς ὥσπερ γυναῖκες προκαλούμενοι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν ἀνδρογύνων μὲν ὄντων φύσει, πλατ- τόντων δὲ ἑαυτοὺς εἰς τὸ ἀνδρεῖον· οἳ φωρῶνται ῥᾳ- δίως. καὶ γὰρ βάδισμα καὶ φθέγμα καὶ βλέμμα μι- μεῖσθαι σπουδάσαντες ἀνδρός, εἴπερ ἐξαίφνης φοβηθεῖεν ἢ καὶ ἀνιαθεῖεν, ταχὺ παλινδρομοῦσιν εἰς τὴν ἑαυτῶν φύσιν. καὶ χωρὶς δὲ τούτου τὸ ἐπιτηδευόμενον αὐτοῖς οὐ χαλεπῶς ἄν τις καταμάθοι.

, Οἱ μακρὰ βαίνοντες τελεστικοὶ παντὸς πράγμα- τος, μεγαλόνοι· οἱ μικρὰ βαίνοντες ἄπρακτοι, πικροί, ἔνιοι δὲ καὶ φειδωλοὶ καὶ ἐπίκλοποι τὰ ἤθη καὶ λα- θραῖα βουλευόμενοι. ταχυτὴς δὲ ἐν κινήσει ἅμα μὲν ὀρθότητι καὶ λαμπρότητι εἴδους θερμόβουλον, ἐγχειρη- τήν, 〈οὐ〉 δράστην ἔφηνεν. εἰ δὲ ταχὺ βαίνων ὑφορῷτο [*](Adam. 3. ἑαυτοὺς scripsi αὐτοὺς SPa αὐτοὺς M οἳ φωρῶνται scripsi διὸ ὑφορῶνται y 7. αὐτοῖς Ba αὐ- τῷ y 8. οὐ χαλεπῶς Ba οὐχ ἀπλῶς γ 9. τελεστικοὶ] τελικοὶ S 10. μεγαλόνοι] μεγαλόνοοι S 12. βουλευόμενοι] ,,βουλόμενοι et βουλευόμενοι" S 13. εἴδους scripsi εἶδος γ ἐγχειρητήν scripsi ἐγχειριστὴν γ 14. οὐ inserui coll. Pseudarist. phys. p. 82, 7 ἐπιθετικὸς οὐ τελεστικὸς μᾶλλον ἢ δρ. Schneider coll. phys. lat. § 75 aggrediatur res agemdas magis guam perficiendas cf. p. 310, 10 μελλητὴν μᾶλλον ἢ δραστήριον δράστην Sylb. δραστὴν γ ὑφορῷτο] ὑφορῶ τε? )

399
καὶ πτώσσοι καὶ τὸ πᾶν εἶδος καθέλκοι καὶ συνάγοι ἑαυτόν, φειδωλίας καὶ δειλίας καὶ κακομηχανίας καὶ ἀνελευθερίας πιστὰ παρέχει τεκμήρια. ἅμα δὲ κινήσει ταχείᾳ τάραχος ἐν ὀφθαλμοῖς καὶ κεφαλῆς ἀστασία καὶ ἄσθυατα ταῦτʼ εἴδη κακορέκτου καὶ μεγαλορέκτου καὶ φευκτέου ἀνδρός. ὁ δὲ ταχὺ μέν, μικρὰ δὲ βαίνων φιλοκερδής, κακοῦργος δειλίας τε εἰς ἄκρον ἥκων. σχο- λαία βάδισις αὐτοφυὴς μὲν νωθεστέρα, βαθυγνώμων δὲ καὶ πραεῖα, εἰ μὴ ἀντιλέγοι τὰ μείζω σημεῖα. εἰ δὲ ἑκὼν βραδύνοι καὶ ἐφιστάμενός γε ἐν ταῖς ὁδοῖς περιβλέποι ὑψαυχενῶν, ἴσθι ὑβριστὴν ὄντα καὶ ὑπερ- ήφανον καὶ μοιχικόν.

χεῖρας δὲ καὶ πόδας καλόν [*](Adam. 1. εἶδος] σῶμα Scineider 2. καὶ δειλίας om. S 5. ἄσθματα] ἆσθμα? ταῦτʼ] ταῦτα Pa κακορέκτου καὶ μεγαλορέκτου] κακορέκτου καὶ μεγαλορρέκτου Struv. 7. δει- λίας Pa δειλία M δειλίᾳ S 8. βαθυγνώμων| βραδυγνώ- μων Schneider 9. ἀντιλέγοι Pa ἀντιλέγει S ἀντιλέγ ι era sa vocali M 11. ὑβριστὴν] καὶ ὑβριστὴν Pa )

400
ἐστι φορᾶς τε ἔχειν κατὰ ταὐτὸν τῷ παντὶ 〈σώματι〉 καὶ κινήσεως. ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος καὶ ἅμα πράως κεκυφὼς μεγαλονοίας καὶ ἀνδρίας εὖ ἥκει· οὕτω γὰρ καὶ λέων βαίνει. ὁ δὲ ἐν τοῖς ὤμοις ὑπο- κινούμενος, ὀρθὸς δὲ ὢν καὶ ὑψαυχενῶν αὐθάδης τε καὶ 〈ἀπειθὴς καὶ〉 ὑβριστής· οὕτω γὰρ βαίνει ἵππος. καὶ τὰ λοιπὰ δὲ ἀπὸ τούτων συμβαλεῖν ἂν δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθʼ ἕκαστον τῶν μελῶν ἀνδρόγυνοί εἰσι, τοῦτο γὰρ ἄντικρυς γυναι- κεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες αὐτοὺς εἰς τὰ δεξιὰ 〈ἐν〉 τῇ κινήσει· οἱ δὲ εἰς τὰ ἀριστερὰ ἀπο- [*](Adam. 1. ἐστι φορᾶς τε scripsi ἐστι φωρᾶσθαι y ἐπι- φορᾶσθαι Pa ἐπιφωρᾶσθαι Ro ἔχειν] ἔχει Ro 〈σώματι〉 inserui coll. phys. lat. 76 cum totius corporis consentiunt motibus 2. καὶ (pr.) scripsi ἐπὶ γ 3. ἀνδρίας scripsi e M ἀνδρείας S 5. ὀρθὸς] ὀρθῶς M 6. 〈ἀπειθὴς〉 καὶ〉 inserui ἵππος] ὁ ἵππος Pa 8. ὁμοῦ scripsi ὤμοις y 9. γυναικεῖον Pa γυναικείου V 11. 〈ἐν〉 inserui ἀποκλί- νοντες] ἀποκλίναντες M )
401
κλίνοντες ἀνοητότεροι. ὅσοι δὲ κατακλῶσι σφᾶς αὐτοὺς καὶ ἐγκλίνουσι, κόλακές εἰσι· τοῦτο γὰρ ποιεῖ ὁ κύων, ὅταν σαίνῃ καὶ θωπεύῃ.

Πνεῦμα τὸ λίαν ἀτρεμοῦν, ὡς ἀπνόῳ ἐοικέναι, φροντιστοῦ ἀνδρός· ὁποία δὲ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάνθανε. εἰ δὲ ἀτρεμὲς ἂν ἐπὶ πολὺ ἀθρόως ἐπίοι ὤσπερ ἐκ παλιρροίας καὶ πλημμυρίδος, λύπῃ τινὶ [*](Adam. 4. ante Πνεῦμα titulus περὶ πνεύματος in γ 6. ὂν Ba ἂν y 7. ἐπίοι] ἐμπνέοι? )

402
συνέχεται. εἰ δὲ καὶ κεφαλὴν ἐπικινῶν ἅμα ἐπιστένει, μετανοεῖν ἔοικε κακόν τι δράσας ἢ εἰπών. ἐὰν δὲ δεδορκόσι τοῖς ὀφθαλμοῖς ταῦτα ποιῇ, προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα λεῖον σχολῇ καὶ ἀψοφητὶ χωροῦν τὴν γνώμην εὖ ἔχειν δηλοῖ. ὅταν δὲ ποβρυχᾶται καὶ μεγάλα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνο- [*](Adam. 1. καὶ om. Pa 2. ἔοικε scripsi ἔοικεν γ )
403
φλυγίαν κατηγορεῖ· οἱ δὲ ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντορέκται, παντοεπεῖς. ὅσοι δὲ μετάρσιον ἐμπνέουσι καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς ῥισὶν ἐμπνεῖ, δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γί- νονται δὲ καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα συμ- μαρτυρῇ.

[*](Adam. 2. ἐκ δρόμου P. ἔκδρομον 6. συμμαρτυρῇ] μαρτυρῇ Ro )
404

Φθέγγεσθαι βαρὺ πάνυ καὶ σαθρὸν ἀνοήτῳ καὶ ὑβριστῇ καὶ γαστριμάργῳ πρέπει· ἠχὴ δὲ κακοηχε- στέρα βληχωδεστέρα ἀναισθήτου. ὅσοι δὲ ἀπὸ βαρέος ἀρξάμενοι φθόγγου εἰς ὀξὺν τελευτῶσιν, ὀδύρται, δύσ. θυμοί· ὁξὺ δὲ καὶ αὐχμηρὸν φθέγγεσθαι ποικίλου [*](Adam. 1. βαρὺ πάνυ καὶ σαθρὸν] βαρὺ καὶ πάνυ σαθρὸν S 2. κακοηχεστέρα Ba et Sylb. κακοηθεστέρα y 4. ὀξὺν scripsi ὀξὺ γ ὀδύρται scripsi ex Pseudarist. phys. § 71 p. 84, 14 ὀργηταὶ γ cf. Michael. Scot. phison. part. III c. 71 cuius vox incipit a gravi et finit in altum, significat hominem iracundum impetuosum audacem et tutum )

405
ἀνδρός ἐστιν. ὁ δὲ ὁξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθεγγόμενος ἀνδρόγυνον ἐπισημαίνει. ὅσοι δὲ κοῖλον καὶ βαρὺ καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια αὐτοὺς κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ μαλακόν τε καὶ βαρὺ φθέγγονται, ἤπια καὶ τούτοις τὰ νοήματα. οἱ δὲ κλαγγηδὸν φθεγγόμενοι ὀξύ τε καὶ ρνίθιον φθέγμα ἱέντες μάργοι καὶ χαῦνοι καὶ μετάρσια [*](Adam. 1. εὐκαμπὲς Sylb. et A. Schott. εὐλαμπὲς γ 3. ἠχοῦσι] ἔχουσι M 5. τε scripsi τι γ καὶ (alt.) delendum? )
406
νοοῦντες. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα γοερὰ φιλοκερδῆ καὶ ἀνιαρὸν καὶ ὕποπτον ἐν πᾶσιν ἄνδρα σημαίνει. ὁπόσοι δὲ ἐν ῥινὶ φθέγγονται, ψευδεῖς, κακοήθεις, βάσκανοι, πήμασιν ἄλλων χαίροντες. σφοδρὸν φθέγ- γεσθαι καὶ ὑπόσαθρον ὀργὴν καὶ βίαν καὶ ἀνομίαν καὶ μισανθρωπίαν σημαίνει. ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι ἀργίας καὶ δειλίας, ταχὺ δὲ ἀβουλίας καὶ [*](Adam. 2. ὕποπτον] ὑπόπτην? Schneider ἄνδρα scripsi cum Vulcanio ἀνδράσι y 4. σφοδρὸν — 5 καὶ βίαν om. S 7. post φθέγγεσθαι num δειλίας καὶ βασκανίας, βραδὺ δὲ e Ma et Po inserendum sit, valde dubito, immo vero βραχὺ φθέγγεσθαι ἀργίας καὶ δειλίας σημεῖον in Ma et Po e varia lectione ad sententiam ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι δειλίας καὶ βασκανίας σημεῖον adscripta ortum esse puto )
407
ἀνοίας σημεῖον. οἱ χαλεπῶς φθεγγόμενοι κακοὶ καὶ ἀνόητοι ὡς ἐπὶ τὸ πολύ. εἰ δέ τι ἄλλο, καὶ φωνὴν τῶν ζώων πρὸς ἕκαστον, ὅτῳ ἄν τις ὅμοια φθέγγηται, ἀναφέρειν τε χρὴ καὶ διαιρεῖν εἰς τὸ ὅμοιον ἦθος. οἱ μὲν γὰρ κυσίν, οἱ δὲ πιθήκοις, οἱ δὲ ὄνῳ, οἱ δὲ ἵπποις, οἱ δὲ ἄρκῳ, ἄλλοι δὲ προβάτῳ καὶ ἄλλοις ζώοις ὁμοίαν φθογγὴν ἀφιᾶσιν. εἰδέναι γε μὴν καθόλου προσήκει, [*](Adam. 2. ἐπὶ τὸ πολὺ scripsi e S ἐπιτοπολὺ MPa ἄλλο, καὶ φωνὴν scripsi coll. p. 298, 7 καὶ ἄλλο φωνεῖ γ 3. τῶν ζώων πρὸς ἕκαστον] πρὸς τῶν ζώων ἕκαστον ὅτῳ ἄν scripsi auctore Sylb. (,,malim ἂν seu ὅτῳ ἂν") ὅταν γ 4. τε om. S χρὴ καὶ διαιρεῖν scripsi e S καὶ διαιρεῖν χρὴ M 6. ἄρκῳ scripsi ex y ἄρκτῳ Pa )
408
ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τῆς κράσεως χρηστὸν ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον κακόν.

Ὅρους δὲ εἰδῶν ἀνθρώπων ὑποδεῖξαι ἀναγ- καῖον οὐ πάντας, ἀλλʼ ὅσοι ἀξιόλογοι αὐτῶν· ἀπὸ γὰρ τούτων οὐ χαλεπὸν καὶ τὰ λοιπὰ γινώσκειν.

Εἶδος οὖν ἀνδρείου ὄρθιον τὸ πᾶν σχῆμα, πλευραὶ καὶ ἄρθρα πάντα καὶ τὰ ἄκρα τοῦ σώματος [*](Adam. 4. ante Ὅρους titulus περὶ εἰδῶν ἀνθρωπείων in y 7. ante Εἶδος titulus εἶδος ἀνδρείου in y ἀνδρείου Ro ἀνδρεῖον y 8. πάντα καὶ τὰ] καὶ τὰ πάντα Pa )

409
ἐρρωμένα, ὀστέα μεγάλα, κόμη σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, μοι καρτεροί, ὠμοπλάται εὐρεῖαι διεστη- κυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα, ἰσχίον σκληρόν, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρὸν γοργόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάνυ ἀναπεπετασμένοι οὐ μὴν οὐδὲ μύοντες, ὀφρύες οὐ τεταμέναι, μέτωπον οὔτε [*](Adam. 1. κόμη Porta p. 364, Meursius ad Theocr. id. spicil. L. B. 1597 p. 170 et u καὶ μὴ y 2. κοίλη Meursius l. l. et u κοῖλοι y ὦμοι καρτεροί Meursius l. l. et u μοι, καρτεραὶ y εὐρεῖαι Meursius l. l. et u πλευραὶ y 3. ἰσχίον σκληρόν] cf. Pseudarist. phys. p. 26, 13 num ἰσχία σκληρά 4. τοῖς σφυροῖς] τὰς σφύρας Pa τὰ σφυρὰ Meursius et u καρτερία scripsi cum Meursio et u καρτερά y 6. ἀναπεπετασμένοι] ἀναπετασμένοι M )
410
λεῖον οὔτε τραχύ, φωνὴ ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ ἰσχυρός.

δὲ δειλὸς τοιοῦτος· τρίχες μαλακαί, τὸ πᾶν σχῆμα ἀνειμένον, τράχηλος μακρός, τὸ χρῶμα μελί- χλωρον, τὸ ὄμμα ταραχῶδες, βλέφαρα ταχυκίνητα, ἆσθμα θορυβῶδες, σκέλη λεπτά, ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, μακρόχειρ, φωνὴ λιγυρὰ μαλακή.

[*](Adam. 3. ante Ὁ titulus εἶδος δειλοῦ in y 4. ἀνειμένον] ἀνειμένος M μελίχλωρον scripsi μελανόχρουν y μέλαν ἢ ὠχρὸν Schneider μελάνωχρον Rose Anecd. I, 157, 15 5. ταρα- χῶδες] ταραχώδης M 6. μακρά pro μικρὰ Polemo apud Pseuda- rist. phys. p. 28, 6 lepgisse videtur μικρὰ Schneider et Henrycb. )
411

Τὸν δὲ εὐφυῆ τοιοῦτον εἶναι χρή· μεγέθους εὖ ἥκοντα, λευκὸν ὑπέρυθρον ξανθόν, οὐ πάνυ οὖλον οὐδὲ εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον ὄντα, μέλη με- γάλα, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἀπαλοὶ εὐμήκεις διεστῶτες ἀλλήλων, πρόσωπα οὐ πάνυ σαρ- [*](Adam. 1. ante Τὸν titulus εἶδος εὐφυοῦς in y τοιοῦτον scripsi e S τοιόνδε M 2. ἥκοντα] ἔχοντα u 4. μετρία scripsi μετρίως y 6. καὶ om. Pa )

412
κώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός.

Τὸν δὲ ἀναίσθητον τοιοῦτον εἶναι πρέπει· λευκὸν πάνυ〉ἢ μέλανα πάνυ〉, σαρκώδη, προγάστορα, παχυσκελῆ, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα, κλεῖδας συμπεφυκυίας, τράχηλον κολοβὸν παχύν, ἄκρα ἀτελῆ, παρειὰς σαρκώδεις, μέτωπον στρογγύλον, βλέμμα κωφὸν ἀχανές.

[*](Adam. 3. ante Τὸν titulus εἶδος ἀναισθήτου in y 4. 〉ἢ μέλανα πάνυ〉 inserui 6. post παχὺν excidisse videtur ἔχοντα )
413

Ἀναίσχυντον δὲ ἄνδρα οὕτω χρὴ πεφυκέναι· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἀναπεπε- τασμένα παχέα, παχύπους, παχύρριν, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.

δὲ κόσμιος βαρὺ φθέγγεται, βραδὺ βαίνει, τὰ βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς οὔτε διὰ χρόνου, [*](Adam. 1. ante Ἀναίσχυντον titulus εἶδος ἀναισχύντου in y 2. ἀνεπτυγμένοι Schneider ἀνιπτάμενοι y ἀνιστάμενοι Pa ἀναπεπταμένοι Sylb. 3. παχύπους Sylb., Schott, u ταχύ- πους y 4. πυρρὸς] πυρὸς M 6. ante titulus εἶδος κοσμίου βαρὺ scripsi βραχὺ y βραδὺ scripsi βραχὺ y )

414
χαροπὸς οὐ λαμπρόν, ὑγρὸν δὲ ὁρῶν, ἐρυθήματος ὑπό- πλεώς ἐστιν.

Σημεῖα εὐθύμου· μέτωπον σαρκῶδες λεῖον χθαμαλὸν καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ εἶδος ὑπνηλόν, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς, οὐ δεδορ- κότες, κίνησις σχολαία, φωνὴ ἠπία.

[*](Adam. 1. χαροπὸς scripsi χαροπὸν y cf. phys. lat. § 27 ὑγρὸν δὲ scripsi οὐδὲ ὑγρὸν y 3. ante Σημεῖα titulus Εἶδος εὐθύμου in y Σημεῖα] σημεῖον S 5. οὐ] ὡς Schnei- der peric. crit. p. 141 εὖ u )
415

Πρόσωπον ἀνιαροῦ ἰσχνόν, μέτωπον ῥυσσόν, ὀφρύες ἀπεστραμμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται δὲ ὥσπερ οἱ ὑπέρινοι.

Ὁ δὲ ἀνδρόγυνος ὑγρὸν βλέπει καὶ ἰταμόν, καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ παρειάς, αἱ ὀφρύες〉οὐ〉 μένουσι κατὰ χώραν, τράχη- [*](Adam. 1. ante Πρόσωπον titulus εἶδος ἀνιαροῦ in y μέ- τωπον ῥυσσόν Pa μέτωπα ῥυσσά y 3. ὑπέρινοι Pa ὑπέρινοιο M ὑπέρρινοι S 4. ante Ὁ titulus εἶδος ἀνδρογύνου in y 6. 〉οὐ〉 inser. Schneider peric. crit. p. 136 μένουσι] οἰδαίνουσι u )

416
λος κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ μέλη, καὶ ἐπιθρώσκει, ἁλματίας ἐστί, γονύκροτος, χει- ρῶν φοραὶ ὕπτιαι, περιβλέπει ἑαυτόν, φωνὴ λεπτὴ ἐπικλάζουσα λιγυρὰ σχολαία πάνυ.

Πικρὸν δὲ ἄνδρα χρὴ σεσηρέναι, ὕπωχρον εἶναι, [*](Adam. 2. μέλη, καὶ scripsi μέλη καὶ y ἁλματίας] παλματίας? Schneider 3. φωνὴ λεπτὴ ἐπικλάζουσα] φωνεῖ λεπτόν, ἐκκράζει? Schneider 4. λιγυρὰ Ro λιγυρὴ y σχο- λαία] σκολιὰ Schneider peric. crit. p. 137 post πάνυ verba καὶ ἔντρομος πάνυ e Ma et Po inserere dubito 5. ante Πικρὸν titulus εἶδος πικροῦ in y )

417
τραχὺ καὶ ξηρὸν βλέπειν, μέτωπον〉ἔχειν〉 ῥυσσόν, φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν, χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν πολλάκις, πόδας ἐπιρρήσσειν.

Ὁ δὲ πρᾶος ὧδὲ πέφυκε· καρτερὸς τὸ πᾶν εἶδος, εὔσαρκος σαρκὶ ὑγρᾷ μαλθακῇ, τοῖς μέλεσι σύμμετρος, [*](Adam. 1.〉ἔχειν〉 inserui 2. φθέγγεσθαι σφοδρόν, ἀσθ- μαίνειν] σφοδρὸν φθέγγεσθαι, σφοδρὸν ἀσθμ.? 3. πολλάκις,] πολλάκις καὶ? ἐπιρρήσσειν Ba, Sylb., Vulcan. ἐπιρρύσσειν y ἐπιρράσσειν? Sylb. 4. ante Ὁ titulus εἶδος πράου (πρᾴου S) in y )

418
τὸ βλέμμα εὐσταθές, βραδυκίνητος, σχολαία φωνὴ μα- λακή, τῶν τριχῶν ὁ περίδρομος ἄνω θρώσκων.

Ὁ δὲ εἴρων καὶ παλίμβουλος τὰ ἀμφὶ τοὺς ὀφθαλμοὺς λαγαρὰ ἐχέτω, τὸ βλέμμα ὑπόκομψον, φω- νὴν ὑφειμένην, βαινέτω εὔστροφον καὶ κινείσθω πάντη εὐρύθμως.

[*](Adam. 1. βραδυκίνητος S et Schneider peric. crit p. 139 βραδυκίνητον M φωνὴ] φωνὴ βαρεῖα? 3. ante Ὁ titulus εἶδος εἴρωνος in y καὶ om. Pa παλίμβουλος Ro παλίμ- βολος y )
419

Τὸν δὲ φιλάργυρον ἄνδρα τοιόνδε εἶναι λέγε· μικρομελῆ, μικρόμματον, μικροπρόσωπον, ταχυβάδιστον, ἐγκεκυφότα, ταχύφωνον, ὀξυβόην, τὴν χροιὰν ὑποφοι- νίδδοντα.

Δασὺς ἀνὴρ θριξὶν ἰθυτενέσι μελαίναις, δα- σεῖαν τὴν ὑπήνην ἔχων, κροτάφους δασεῖς, ὄμμα λι- [*](Adam. 1. ante Τὸν titulus εἶδος φιλαργύρου in y 5. ante Δασὺς titulus εἶδος φιλοκύβου in y )

420
παρὸν καὶ στίλβον καὶ ἀμαρύσσον. ὁ τοιοῦτος φιλό- κυβος, φιλορχηστής, φίλοινος.