περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων.
διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.
διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει. [*](44 Va.) διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπο λιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας διʼ ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ (FGHiat 115 F 261) καὶ τούς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη.
διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.
διαλέγεται μὲν ὁ διδούς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.
δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον.
δοάσσατο τοῦ δοιάσσατο διαφέρει. τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε.
[*](45 Va.)δοῦλοι καὶ οἰκέται διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν.
δόξα καὶ κλέος διαφέρει. δόξα μέν ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων.
δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωταγόρα (351 a 1). οὐ γὰρ ταὐτόν ἐστι δύναμίν τε καὶ ἰσχύν. ἡ μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων.
δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει. δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι.
δῶμα καὶ δωμάτιον διαφέρει. δώματα μὲν γὰρ κοινῶς [*](46 Va.) φαμεν τὰ οἰκο| δομήματα, δωμάτιον δὲ τὸν θάλαμον.
δωροδοκία· ἥ τε δόαις τῶν δώρων καὶ ἡ λῆψις.
ἐγχρῖσαι καὶ ἐναλεῖψαι διαφέρει. ἐγχρῖσαι μὲν γὰρ ἐπὶ σκορπίου ἢ σφηκῶν τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι δὲ ἐπὶ ὀφθαλμῶν.
ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει. ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων.
ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει. ἐδίδαξε μὲν γὰρ ὁ καθηγητής, ἐδιδάξατο δʼ ὁ πατὴρ συστήσας. Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις (1338)
εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐτ’ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν |ἄλλων.
[*](47 Va.)ἐκκλησία καὶ κατάκλησις διαφέρει. ἐκκλησίαν μὲν γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων.
ἐκεῖ καὶ ἐκεῖσε διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ‘ἐκεῖ κατέλαβον αὐτόν’ καὶ ‘ἐκεῖσε πορεύσομαι’.
ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει. ἐκπολεμῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν.