περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δέ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μέν ἐνεργητικὸν δοτικῇ οἷον ‘τιμωρῶ τῷ φίλῳ’, ἤγουν βοηθῶ τὸ δέ παθητικὸν αἰτιατικῇ οἷον ‘τιμωροῦμαι τὸν ἐχθρόν’, ἀντὶ τοῦ κολάζω.
τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. τίθησι μέν γὰρ νόμον ὁ εἰσφέρων, τίθεται δέ ὁ κυρῶν.