περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὃ λέγουσιν ‘εἰσποιητὸς γέγονενʼ.

ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει. ἀπολογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν

16
δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι καὶ λογισταὶ οἱ ἀριθμηταί.

ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ [*](20Va.) ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν δια |φορὰν ἐν τῇ Ἀναβάσει (1, 4, 8) ‘οὔτε ἀποδεδράκασιν — οἶδα γὰρ ὅπου οἴχονται — οὔτε ἀποπεφεύγασινʼ.

ἀπὸ καὶ παρὰ διαφέρει. ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν ἀψύχων, οἷον ‘ἀπ’ Ἀθηνῶν’ ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον ‘παρὰ Σωκράτουςʼ. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28)

  • ‘παρὰ νηῶν ἀνιόντεʼ
  • ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ (sc. Ε 700) φησι κυρίως·
  • ‘οὔτέ ποτε προτρέποντο μελ†ε†νάων ἀπὸ νηῶνʼ.
  • [*](21Va.)