De venenatis animalibus eorumque remediis
Philumenus
Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908
τὰ ζῷα ταῦτά ἐϲτι μὲν κατὰ χρόαν ψαμμώδη, κατὰ δὲ μέγεθοϲ 1 παλαιϲτῶν τριῶν, ἀγόμενα μὲν εἰϲ μικρὸν καὶ μείουρον. ἕρπει δὲ ἐπ’ εὐθεῖαν καὶ βραδέωϲ, καθ’ ὅλον δὲ τὸ ϲῶμα διακεκόϲμηται ϲτιγμαῖϲ πολλαῖϲ λευκαῖϲ καὶ μελαίναιϲ. λέγεται δὲ καὶ πεφολιδῶϲθαι τραχυτάταιϲ φολίϲιν, ἐν δὲ τῇ πορείᾳ ἦχον ἐξακούεϲθαι ϲυριγμοῦ παραπλήϲιον.
ἡ μὲν 2 οὖν θήλεια ἐγκειμένη τῇ γαϲτρὶ ἐπὶ γῆϲ ἕρπει, καὶ ἡ ἕδρα αὐτῆϲ περὶ τὴν οὐρὰν κάτω τέτακται, ἐπὶ δὲ τοῦ ἄρρενοϲ πρὸϲ τῇ γαϲτρί.
παρέπεται δὲ τούτων τοῖϲ δήγμαϲιν τόποϲ ἔναιμοϲ καὶ κακόχρουϲ, μελανίζων, μηδὲν ἀποκρίνων εἰ μὴ ὀλίγον ὑδατῶδεϲ, ϲτομάχου πόνοϲ, δύϲπνοια, αἱμορραγία διὰ τῶν μυκτήρων καὶ ἀπὸ τῶν τρήϲεων τοῦ δήγματοϲ, καὶ οὐλαί, ὅϲαι εἰϲὶ κατὰ τὸ ϲῶμα, ἀπορρήγνυνται καὶ αἱμορροοῦϲιν.