Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(86)πρὸς δὲ τοὺς ἑκ τῆς ὑστέρας συμβαίνοντας πνιγμοὺς ἁρμόζει πινόμενα· ἀγαρικοῦ 〈· α′ ἐν οἴνῳ, μανδραγόρου ῥίζης ὀβολοὶ δύο σὺν οἴνῳ, νάρδου ἀγρίας ῥίζα σὺν οἴνῳ, ὀρεοσελίνου καρπός, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, γλυκυσίδης μέλανες κόκκοι ιε′ μετὰ μελικράτου, ὄνυξ 〈ὁ〉 ἐκ κογχυλίου πινόμενος, ὄξος σκίλλινον καταρροφούμενον.

(87)ὀσφραινόμενα δὲ διεγείρει τὰς ὑστερικῶς πνιγομένας ἄσφαλτος, καστόριον, χαλβάνη, σίνηπυ σὺν ὄξει σκιλλιτικῷ, πίσσα ὑγρά, κεδρία, ἐλλύχνια φλεγόμενα καὶ ἀποσβεννύμενα, πευκεδάνου φύλλα καὶ ὀπός, τρίχες καεῖσαι, σφονδύλιον, πήγανον, σίλφιον, κρόμυον, σκόροδον, κνίδη προσαγομένη σκέλεσιν καὶ μετώπῳ.

(88)ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτὰ γαγάτης λίθος, ὄνυξ ὁ ἀπὸ τῶν πορφυρῶν, πευκέδανον, σαγαπηνοῦ ὀπός, σφονδύλιον, ἄσφαλτος, καστόριον, χαλβάνη, λειχὴν ἵππου, φώκης πυτία, σίλφιον, κέρας ἐλάφου.

(89)προστίθεται δὲ κατὰ τοῦ δακτυλίου πήγανον σὺν μέλιτι ἐν ἐρίῳ ἀναλημφθέν, κνίδης σπέρμα μετὰ στακτῆς.

(90)πρὸς δὲ τὰς συλλήμψεις ἐνεργεῖ ποτά· κραταιόγονον καὶ ὁ καρπὸς αὐτοῦ ὑπό τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πινόμενον ἐπὶ ἡμέρας μ′, ἢ σταφυλίνου καρπός, καὶ ἡ ῥίζα 〈δὲ〉 ἐσθιομένη, φύλλου καρπὸς καὶ ἡ ῥίζα, ἱέρακος κόπρος ἐν γλυκεῖ πινομένη ὑπὸ τῆς γυναικὸς πρὸ τῆς συνόδου.