Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
τέφρα κληματίνη ὑλιστὴ προστεθεῖσα, Ἀχίλλειος πόα, βάλανοι δρύιναι λεῖαι, ἰὸς σιδήρου, λιβανωτὸς καὶ ὁ φλοιὸς αὐτοῦ, λευκογραφίς, Λυσιμάχειος πόα, λύκιον σὺν γάλακτι, μανδραγόρου σπέρμα λεῖον μετὰ θείου ἀπύρου, μελίλωτον, πολύγονον καὶ ὁ χυλὸς αὐτοῦ, κηκῖδος τὸ ἐντὸς μετὰ λιβάνου καὶ ὕδατος, καρύου βασιλικοῦ τὸ ἐντὸς καὲν καὶ μιγὲν στύμματι.
(84)ἐγκαθίσματα δὲ ῥοῦν ἵστησιν — δεῖ δὲ χλιαροῖς ἐγκαθέζειν — ἀγριελαίας ἀπόζεμα, σχίνου, βάτου, ἀγαλόχου, δρυὸς φύλλων καὶ φλοιοῦ καὶ βαλάνου καὶ πρίνου, μυρσίνης, στεμφύλων, ῥοὸς βυρσοδεψικῆς, σιδίων. (85) ἐπιτίθεται δὲ κατὰ τοῦ ἐπιγαστρίου εἰς τὸ ἐπισχεῖν ῥοῦν κρίθινον 〈ἄλευρον〉 σὺν
κηκῖδι λείᾳ 〈ἢ〉 σιδίοις ἢ βαλαυστίῳ ἢ βάτῳ ἢ τρυγὶ ὄξους ἢ πρίνου 〈φλοιῷ〉 ἢ βαλάνων ἢ μυρσίνης φύλλοις ἢ σχοίνου ἢ Θηβαικοῖς 〈φοίνιξιν〉.(86)πρὸς δὲ τοὺς ἑκ τῆς ὑστέρας συμβαίνοντας πνιγμοὺς ἁρμόζει πινόμενα· ἀγαρικοῦ 〈· α′ ἐν οἴνῳ, μανδραγόρου ῥίζης ὀβολοὶ δύο σὺν οἴνῳ, νάρδου ἀγρίας ῥίζα σὺν οἴνῳ, ὀρεοσελίνου καρπός, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, γλυκυσίδης μέλανες κόκκοι ιε′ μετὰ μελικράτου, ὄνυξ 〈ὁ〉 ἐκ κογχυλίου πινόμενος, ὄξος σκίλλινον καταρροφούμενον.